Ancient Greek
3.285.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.285.2
Unproofread scanNot analysed yet
εχὼς καὶ πρὸ τούτων ἡ ἑτερότης ἢ ἐν αὐτῇ τῶν παντοίων τῆς οὐσίας αὐτῆς διαιρέσεων, καθ’ ἣν καὶ μεμέρισται καὶ ἔχει τι ἀμέριστον καὶ ὅλον. ἐπεὶ οὖν ταῦτα περὶ τοῦ ἐν αὐτῇ μερισμοῦ φαμεν, ζητεῖν ἄξιον, τί θήσομεν τὴν ὑπὲρ αὐτὴν ἀμέριστον οὐσίαν, ὡς ἐκείνων τῶν πρὸ αὐτῆς ἑκάστη νοῦν ἔχει πρὸ αὐτῆς· οὐ γὰρ πού καὶ ἑκάστη τούτων τῶν μερικῶν οὐσιώδη νοῦν ὑπὲρ αὐτὴν ἔλαχεν· ἔμενε γὰρ ἂν ἀεὶ ἄνω, καθάπερ ἐκεῖναι, τοῦ νοῦ κατέχοντος αὐτὴν ἄνω τῷ ἀεὶ ἐλλάμπειν. ἤδη μὲν οὖν τι περὶ τούτου καὶ πρότερον εἴπομεν καὶ οὐχ ἅπαξ. λέγωμεν δὲ καὶ νῦν τρανέστερον ἃ φρονοῦμεν, ὅσα Θεὸς ἡμῖν ἐπὶ νοῦν ἤγαγε (διὸ καὶ πολλάκις αὐτὰ κατατείνοντες λέγομεν), περὶ τοῦ τί ἔστι τὸ ἀμέριστον ἐφ’ ἑκάστης τῶν μερικῶν ψυχῶν, ὅντως ἄπορον ὄν, διότι νοῦν καθ’ ἑκάστην ἀπολείπειν καὶ τοῦτον ποιεῖν ἀπέγνωσται. μήποτε οὖν ἑκάστη καὶ τούτων δαίμονος ἐξημμένη τινός (κατ’ οὐσίαν παντὸς δαίμονος νοῦν ἔχοντος δαιμόνιον ὑπὲρ ἑαυτόν) τὸν αὐτὸν ἔχει νοῦν καὶ αὐτὴ τεταγμένον ὡς ἀμέριστον οὐσίαν πρὸ αὐτῆς, ὡςτ’ εἶναι τοῦ νοῦ ἐκείνου πρώτως μὲν μετέχουσαν τὴν δαιμονίαν ψυχὴν, δευτέρας δὲ τὰς ὑπὸ ταύτην μερικὰς ψυχάς, ὅ καὶ ποιῆσαι ταύτας μερικὰς τὸ μὲν μεριστὸν ἴδιον ἑκάστην ἔχουσα, τὸ δὲ ἀμέριστον κοινὸν πρὸς τοὺς δαίμονας τοὺς ὑπὲρ ταύτας, ὧν καὶ τὸ ἀμέριστον ἴδιον· διὸ καὶ μένειν ἐκείνους ἀεὶ ἄνω, ταύτας δὲ κατιέναι ποτὲ περὶ τὰ σώματα μεριζούσας ἑαυτάς, ὡς τούτοις μᾶλλον προσηκούσας· καὶ γὰρ εἴπερ ἐν ταῖς μερικαῖς ψυχαῖς πλεονάζει τὸ τῆς ἑτερότητος γένος, ὅ καὶ ποιεῖ μὴ δύνασθαι κατὰ πάσας αὐτὰς ἀεὶ τὰς δυνάμεις ἐνεργεῖν, ἀνάγκη δήπου πλέον αὐτὰς ὤκειώσθαι πρὸς τὴν μεριστὴν περὶ τὸ σῶμα ζωήν, πλέον δὲ ἀφεστάναι τῆς ἀμεριστοῦ οὐσίας, καὶ οὕτω σῴζειν τὸ ἀνὰ λόγον πρὸς ἑκάτερον τῶν ἄκρων, ὥσπερ τὰς θειοτάτας τῶν ψυχῶν διὰ τὴν πρὸς νοῦν ὁμοιότητα πλέον μὲν ἐξηρῆσθαι τῶν μεριστῶν,