Ancient Greek
3.29.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.29.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37D] ὅλως ἀριθμὸν οὐ προϋπάρχοντος, ἵνα καὶ ἐνώσεως αἴτιος ἢ τοῖς πολλοῖς νοητοῖς; ἢ καὶ τοῦτο μὲν ἀληθές, ἡμεῖς γέ φαμεν, ἵνα ἑαυτῷ πρὸ τῶν αἰωνίων παρέχῃ τὸ μόνιμον καὶ τὸ ὅλον (τοῦτο γὰρ τὸ ἐν ἐνὶ μένειν), τὴν ὅλην ὁμοῦ παροῦσαν καὶ τὴν αὐτὴν ὑπάρχειν καὶ ἀνεξάλλακτον. ἕκαστον γοῦν τῶν θείων ἀφ’ ἑαυτοῦ ἄρχεται τῆς ἐνεργείας, ὡς καὶ ὁ αἰὼν ἑαυτὸν ἐδράζει πρὸ τῶν αἰωνίων ἐν τῷ ἐνὶ καὶ συνῆχε ὡσαύτως· ὥστε οὐχὶ τὸ ὂν ἐστιν, ὡς φησὶ Στράτων ὁ φυσικός, τὸ τῆς διαμονῆς αἴτιον, ἀλλ’ ὁ αἰὼν, καὶ διαμονῆς οὐ γιγνομένης ἀεὶ, ἀλλ’ ἐν ἐνὶ οὕσης ἀνεξάλλακτως, ὡς εἶπεν ὁ Τίμαιος. εἰ δὲ ὁ αἰὼν δυάδα ἐμφαίνει, κἂν πολλάκις αὐτὸ κρύπτειν σπουδάζωμεν (τὸ γὰρ ἀεὶ τῷ ὄντι συνάπτεται κατὰ ταὐτὸν καὶ ἐστιν αἰὼν ὁ ἀεὶ ὤν), δοκεῖν ἔχειν τὴν μονάδα τοῦ ὄντος πρὸ αὐτοῦ καὶ τὸ ἐν ὃν καὶ μένειν ἐν τούτῳ τῷ ἐνί, ὡς ἔπετο περὶ τούτου τοῦ ἑνὸς καὶ ὁ ἡμέτερος καθηγημόν, ἵνα καὶ αὐτὸς ἐν ἢ πρὸ τῆς δυάδος, ἵνα τοῦ ἑνὸς μὴ ἀφριστάμενος, καὶ ἢ μὲν ἐν αὐτῷ προεμφαίνουσα τὸ πλήθος δυὰς ἐνίσχεται τῷ ἐνὶ ὄντι, ἐν ᾧ μένει ὁ αἰὼν, τὸ δὲ πλήθος τῶν νοητῶν αὐτῷ τῷ αἰῶνι περιέχοντι αὐτῶν καὶ συνέχοντι πάσας ἐξηρημένως καὶ ἐνιαίως τὰς ἀκρότητας· ὅτι γὰρ ἢ τοῦ ὄντος ἑνὸς καὶ ἢ τοῦ αἰῶνος ἐννοία διαφέρουσι, δῆλον· τὸ γὰρ ἀεὶ εἶναι καὶ τὸ ἀπλῶς εἶναι πάντως ἕτερον. εἰ τι γοῦν ἀεὶ ἐστι, τοῦτο καὶ ἐστιν· οὐκ ἀνάπαλιν δὲ εἰ τι ἐστι, τοῦτο καὶ ἀεὶ ἐστιν· ὅλικότερον ἄρα καὶ γενικώτερον τοῦ ἀεὶ εἶναι τὸ εἶναι καὶ διὰ ταῦτα ἐγγυτέρω τοῦ πάντων αἰτίου καὶ τῶν ὄντων καὶ τῶν ἐνάδων τῶν ἐν τοῖς οὖσι καὶ αὐτῆς τῆς γενέσεως καὶ τῆς ὕλης. τρία οὖν ταῦτά ἐστιν ἐξῆς· τὸ ἐν ὃν ὡς μονὰς τῶν ὄντων, ὁ αἰὼν ὡς δυὰς μετὰ τοῦ εἶναι τὸ ἀεὶ ἔχουσα, τὸ αἰώνιον μετέχον καὶ τοῦ εἶναι καὶ τοῦ ἀεὶ καὶ οὐ τὸ πρῶτον ἀεὶ ὂν ὡς αἰὼν. καὶ τὸ μὲν ἐν ὃν τοῦ εἶναι μόνως αἴτιον πᾶσι τοῖς ὁπωσοῦν ***εἴτε ὄντως εἴτε οὐκ ὄντως, ὁ δὲ