Ancient Greek
3.29.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.29.1-2
Unproofread scanNot analysed yet
ὅλως ἀριθμὸν οὐ προιόντος, ἵνα καὶ ἐνώσεως αἴτιος ᾖ τοῖς πολλοῖς νοητοῖς; ἢ καὶ τοῦτο μὲν ἀληθές, <ὡς> ἡμεῖς γέ φαμεν, ἵνα ἑαυτῷ πρὸ τῶν αἰωνίων παρέχῃ τὸ μόνιμον καὶ τὸ ὅλον (τοῦτο γὰρ τὸ ἓν ἕνι μένειν), τὴν ὅλην ὁμοῦ παρουσίαν καὶ τὴν αὐτὴν ὑπαρξιν καὶ ἀνεξάλλακτον. ἕκαστον γοῦν τῶν θείων ἀφ’ ἑαυτοῦ ἄρχεται τῆς ἐνεργείας, ὡς καὶ ὁ αἰὼν ἑαυτὸν ἐδράζει πρὸ τῶν αἰωνίων ἐν τῷ ἕνι καὶ συνέχει ὡσαύτως· ὥστε οὐχὶ τὸ ὂν ἐστιν, ὡς φησι Στράτων ὁ φυσικός, τὸ τῆς διαμονῆς αἴτιον, ἀλλ’ ὁ αἰὼν, καὶ διαμονῆς οὐ γιγνομένης ἀεί, ἀλλ’ ἐν ἕνι οὐσης ἀνεξαλλάκτως, ὡς εἶπεν ὁ Τίμαιος. εἰ δὲ ὁ αἰὼν δυάδα ἐμφαίνει, κἂν πολλάκις αὐτὸ κρύπτειν σπουδάζωμεν (τὸ γὰρ ἀεὶ τῷ ὄντι συνάπτεται κατὰ ταὐτὸν καὶ ἐστιν αἰὼν ὁ ἀεὶ ὤν), ἔοικεν ἔχειν τὴν μονάδα τοῦ ὄντος πρὸ αὐτοῦ καὶ τὸ ἓν ὂν καὶ μένειν ἐν τούτῳ τῷ ἕνι, ὡς ὤετο περὶ τούτου τοῦ ἕνος καὶ ὁ ἡμέτερος καθηγεμών, ἵνα καὶ αὐτὸς ἕν ᾖ πρὸ τῆς δυάδος, ἄτε τοῦ ἕνος μὴ ἀφιστάμενος, καὶ ἡ μὲν ἐν αὐτῷ προεμφαίνουσα τὸ πλήθος δυνὰς ἐνίζηται τῷ ἕνι ὄντι, ἐν ᾧ μένει ὁ αἰὼν, τὸ δὲ πλήθος τῶν νοητῶν αὐτῷ τῷ αἰῶνι περιέχοντι αὐτῶν καὶ συνέχοντι πάσας ἐξηρημένως καὶ ἐνιαίως τὰς ἀκρότητας· ὅτι γὰρ ἡ τοῦ ὄντος ἕνος καὶ ἡ τοῦ αἰῶνος ἔννοια διαφέρουσι, δῆλον· τὸ γὰρ ἀεὶ εἶναι καὶ τὸ ἀπλῶς εἶναι πάντως ἕτερον. εἰ τι γοῦν ἀεὶ ἐστι, τοῦτο καὶ ἐστιν· οὐκ ἀνάπαλιν δὲ εἰ τι ἐστι, τοῦτο καὶ ἀεὶ ἐστιν· ὁλικώτερον ἄρα καὶ γενικώτερον τοῦ ἀεὶ εἶναι τὸ εἶναι καὶ διὰ ταῦτα ἐγγυτέρω τοῦ πάντων αἰτίου καὶ τῶν ὄντων καὶ τῶν ἐνάδων τῶν ἐν τοῖς οὖσι καὶ αὐτῆς τῆς γενέσεως καὶ τῆς ὕλης. τρία οὖν ταῦτά ἐστιν ἐξῆς· τὸ ἓν ὂν ὡς μονὰς τῶν ὄντων, ὁ αἰὼν ὡς δυνὰς μετὰ τοῦ εἶναι τὸ ἀεὶ ἔχουσα, τὸ αἰώνιον μετέχον καὶ τοῦ εἶναι καὶ τοῦ ἀεὶ καὶ οὐ τὸ πρῶτως ἀεὶ ὂν ὡς αἰὼν. καὶ τὸ μὲν ἓν ὂν τοῦ εἶναι μόνως αἴτιον πᾶσι τοῖς ὁπωσοῦν ***εἴτε ὄντως εἴτε οὐκ ὄντως, ὁ δὲ