Ancient Greek
3.291.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.291.1-2
Unproofread scanNot analysed yet
ὅπου γε καὶ ἡ φύσις δυνάμεις ἐνθεῖσα τοῖς ὀγκοῖς ἐνύλους καὶ σωματοειδεῖς διὰ τούτων αὐτοὺς κινεῖ τῶν δυνάμεων, τὴν μὲν γῆν διὰ τῆς βαρύτητος, τὸ δὲ πῦρ διὰ τῆς κουφότητος· πολλῷ ἄρα μείζονως οἱ θεοὶ διὰ τῶν δυνάμεων, ἃς ταῖς ψυχαῖς ἐνέσπειραν, κινοῦσιν αὐτάς. εἰ οὖν κατὰ νόμους εἰμαρμένους ἄγουσι τὰς ψυχάς, εἰσὶ καὶ ἐν ταῖς ψυχαῖς οἱ εἰμαρμένοι νόμοι, προϋπάρχοντες μὲν ἐν τῷ δημιουργῷ νοερῶς (παρ’ αὐτῷ γὰρ ὁ θεῖος ἵδρυται νόμος), ὑπάρχοντες δὲ καὶ ἐν ταῖς θείαις ψυχαῖς (κατὰ γὰρ τούτους ποδηγετοῦσι τὸ πᾶν), μετεχόμενοι δὲ καὶ ὑπὸ τῶν μερικῶν ψυχῶν (διὰ γὰρ τούτων ἄγουσιν ἑαυτὰς εἰς τὸν πρέποντα τόπον, αὐταὶ ἑαυτὰς κινοῦσαι καὶ διὰ μὲν τὴν προαίρεσιν ἁμαρτάνουσαι καὶ κατορθοῦσαι, διὰ δὲ τοῦ νόμου πρόσφορον τοῖς προϋπηγμένοις ἑαταῖς ἀπονέμουσαι τάξιν). ὅτε τοίνυν ἐγκόσμιοι γεγόνασιν αἱ ψυχαί, τότε καὶ τὸ κράτος θεῶνται τῆς εἰμαρμένης ἄνωθεν ἀπὸ τῆς προνοίας ἐξηρτημένον καὶ τοὺς νόμους ὑποδέχονται τοὺς εἰμαρμένους· καὶ γὰρ τὴν μὲν φύσιν ἔδειξεν αὐταῖς, ὡς ἑτέραν αὐτῶν οὖσαν, τοὺς δὲ νόμους εἶπεν, ὡς ἐγγράφων ἐν αὐταῖς· τὰ γὰρ δημιουργικὰ ῥήματα δι’ αὐτῆς χωρεῖ τῆς οὐσίας τῶν ψυχῶν. ὡς οὖν τοὺς πρὸ τούτων λόγους ἐνετίθει τοῖς νέοις θεοῖς, οὕτω καὶ τοὺς νόμους τούτους ἐντίθησι ταῖς μερικαῖς ψυχαῖς. Ὅτι γένεσις πρώτη μὲν ἔδοιτο τεταγμένη μία πᾶσιν, ἵνα μὴ τις ἐλαττοῖτο ὑπ’ αὐτοῦ [41E]. Αἱ ψυχαὶ κατ’ οὐσίαν μὲν εἰσὶν ὑπερφυεῖς καὶ ὑπερκόσμιοι καὶ εἰμαρμένης ἐπέκεινα, διότι καὶ τὴν πρώτην ὑπόστασιν ἔσχον τοῦ κόσμου τοῦδε χωριστήν, κατὰ δὲ τὰ ὀχήματα αὐτῶν καὶ τὰς λήξεις, ἃς ἐκληρώσαντο διοικεῖν, ἐγκόσμιοι γεγέννηται, παρὰ τοῦ δημιουργοῦ καὶ ταύτην λαβοῦσαι τὴν τάξιν. διὸ καὶ μετὰ τὴν τῶν ὀχημάτων προσάρτησιν λέγει τοὺς εἰμαρμένους νόμους, οἷς τὰ σώματα ἐκληρώθησαν διοικεῖν, οἷον εἴ τις αὐτὸς μὲν ἀφειμένος εἴη τῶν