Ancient Greek
3.292.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.292.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41E] πολιτικῶν θορύβων καὶ τῶν βουλευτικῶν λειτουργιῶν, τὰ δὲ κτήματα αὐτοῦ τὰς πρεπούσας ἀποδιδόλη δαπάνας. ἀλλ’ οὔπω τέως οὐδ’ οὕτως εἰσὶν αἱ ψυχαὶ ὑπὸ τὴν εἰμαρμένην· τὰ γὰρ ὀχήματα οὐ μόνον τούτων, ἀλλὰ καὶ αὐτῶν τῶν θεῶν περιάγεται πρὸς τῆς εἰμαρμένης. ἵν’ οὖν γένωνται καὶ αὐταὶ μετὰ τῶν ὀχημάτων ὑπὸ τῇ βασιλείᾳ τῆς εἰμαρμένης, δεῖ καθόδων αὐταῖς καὶ τῆς πρὸς γένεσιν ὁμιλίας, ἥτις δευτέρα μετὰ τὴν σπορὰν ἐστιν· ἤγεται γὰρ αὕτη, διανοιμὴ τις οὖσα δευτέρα τῶν ὀχημάτων ὑπὸ τὰς θείας περιφοράς, ὥσπερ καὶ αὐτῶν τῶν ψυχῶν εἰς τὰς ψυχὰς γέγονε διαίρεσις, γιγνομένη μὲν καὶ ἀπὸ τῆς μιᾶς δημιουργικῆς αἰτίας, διὸ καὶ ἀδιδὸς ἐστὶ καὶ ἀδύνατον μεταβολὴν γενέσθαι τῶν τοιούτων ἡγεμόνων, γιγνομένη δὲ ἄρα καὶ ἀπὸ τῆς εἰμαρμένης (αὕτη γὰρ κυρία τῶν περιόδων καὶ συνετικὴ τῶν τε ὅλων καὶ τῶν μερικῶν περιόδων καὶ συναγωγὸς τῶν ὁμοίων πρὸς τὰ ὁμοία) καὶ ἀπ’ αὐτῶν τῶν ψυχῶν τῶν τε θείων καὶ τῶν μερικῶν (διὰ γὰρ τὴν τούτων πρὸς ἀλλήλας ἕνωσιν καὶ τὰ ὀχήματα σύμφυτα πρὸς ἀλλήλα). διὸ καὶ ὅταν ἡ μερικὴ ψυχὴ συντάττῃ ἑαυτὴν πρὸς τὴν ὅλην, συνέπεταί καὶ τὸ ὄχημα αὐτῆς τῷ ὀχήματι τῆς θείας ψυχῆς, καὶ ὡς ἡ ψυχὴ μιμεῖται τὴν νόησιν τῆς ψυχῆς, οὕτω καὶ τὸ σῶμα τὴν τοῦ σώματος ἀπεικονίζεται κίνησιν. πρώτη μὲν οὖν ἡ σπορὰ τῶν ὀχημάτων ἐστὶν οὐ μόνον ἐγκόσμιον ἀποφαίνουσα τὴν ψυχὴν, ἀλλὰ καὶ ὑπὸ τόνδε τὸν ἡγεμόνα συντάττουσα τὴν ὅλην αὐτῆς σύστασιν· ἄλλο γὰρ ἐστὶν ἐγκόσμιον εἶναι καὶ ἄλλο Σεληνιακὴν ἢ Ἑρμαϊκήν· εἶδος γὰρ ἐστὶ τοῦτο ζωῆς μερικώτερον, καὶ ὡς μὲν ἐμβιασθεῖσα εἰς ὄχημα πολίτης γίνεται τῆς τοῦ παντὸς [ἑαυτοῦ] ψυχῆς, ὡς δὲ ἐσπαρμένη σὺν τῷ ὀχήματι πολίτης γίνεται τῆς Σεληνιακῆς περιφορᾶς ἢ τῆς Ἡλιακῆς ἢ ἄλλης τινός. καὶ πλεονάζει μὲν τῆς ὑπερκосμίου ζωῆς ἢ τοῦ ὀχήματος συνάρτησις τῆς ψυ-