Ancient Greek
3.294.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.294.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 41 E] D κηρύττων προαγορεύει ταῖς ψυχαῖς, τίνα ποτὲ ῥητέον· οὐ γὰρ ἀπλοῦς ὁ περὶ αὐτῆς λόγος, ἀλλ’ ὁ μὲν θεῖος Ἰάμβλιχος τὴν τῶν ὀχημάτων σπορὰν πρώτην γένεσιν ἀποκαλεῖ καὶ μαρτυρεῖ γε αὐτῷ τὸ ἐξῆς· ἐπήγαγε γὰρ ὡς τούτῳ συνεχὲς τὸ δεῖ· ὁ δὲ σπαρείσας αὐτάς. ἄλλος δὲ τις τὴν πρώτην γένεσιν τῶν ψυχῶν τὴν μίαν ἐξηγεῖται κάθοδον· δεῖν γὰρ ἑκάστην τούτων τῶν ψυχῶν πάντως ὁμιλῆσαι γενέσει· τοῦτο γὰρ ἴδιον αὐτῶν. οὗτος μὲν οὖν ἀπλῶς διορίζεται μίαν γέ τινα κάθοδον εἶναι ψυχῆς ἑκάστης. ἄλλος δὲ ἀκριβέστερος καὶ τοῦδε λόγος, ὃν ὁ ἡμέτερος διδάσκαλος παρεδίδου, πάσῃ ψυχῇ μερικῇ μίαν ἀφοριᾶσθαι κάθοδὸν φησιν οὐχ ἀπλῶς, ἀλλὰ καθ’ ἑκάστην τοῦ θείου γενετοῦ περιόδου· οὐδεμίαν γὰρ ψυχὴν οὔτε ἀρχάντων καλουμένων οὔτε τῶν κακύνεσθαι καὶ πλανᾶσθαι δυναμένων πᾶσαν περίοδον ἄνω μένειν εἰκός· τὸ γὰρ καθ’ ὅλην περίοδον μίαν ἀκλινὲς καὶ ἄτρεπτον διαμένον ἄνω οὔδ’ ἐπ’ ἄλλην ἐτι κατελθεῖν εἰς γένεσιν δυνατόν· πάντα γὰρ ἀνειπτόμενα τὰ σχήματα τοῦ παντὸς ἄππωτον διεφύλαξεν αὐτήν· ἀεὶ δὲ τὰ αὐτὰ σχήματα πάλιν καὶ πάλιν. ἐπὶ δὲ ἡ ζωὴ τῆς μερικῆς ψυχῆς ἐλάττων ἐστὶ τῆς περιόδου τοῦ παντός, ὥστ’ εἰ κατὰ πᾶσαν ταύτην ἤρκεσε πρὸς τὴν ἄνω διαμονήν, ἄτρεπτον ἔλαχε τὴν νοερὰν δύναμιν (ζῇ γὰρ ὡσαύτως τὸν ὅλον χρόνον), ὥστ’ εἰ μηδὲν εἰς αὐτὴν καινὸν ὁ σύμπας ἐδράσε χρόνος ἐξελιπτόμενος, τῶν ἀεὶ μενουσῶν ἐστιν ἐν τῷ κατὰ φύσιν. ἀνάγκη ἄρα πᾶσαν ψυχὴν μερικὴν ἐν ἑκάστῃ περιόδῳ μίαν ποιήσασθαι κάθοδον, πλείους δὲ ἄλλας ἄλλων, πολλῷ τῷ αὐτῆςουσίᾳ χρησαμένας. ταύτην δή τὴν κάθοδον ὁ Πλάτων ‘πρώτην γένεσιν’ προσείρηκε· δηλοῖ δὲ αὐτὸς, ὅπόταν διαλεχθῇ περὶ τῶν μετὰ τὴν πρώτην γένεσιν λήξεων ἐπάγῃ [42B]· σφαλεῖς δὲ τούτων εἰς γυναικὸς φύσιν ἐν τῇ δευτέρᾳ γενέσει μεταβάλοι. πρώτην ἄρα γένεσιν τὴν ἀπὸ τοῦ νοητοῦ λέγει κάθοδον. ἐπειδὴ δὲ ἡ πρώτη μετὰ τὴν