Ancient Greek
3.295.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.295.3
Unproofread scanNot analysed yet
Δέοι δὲ σπαρείσας αὐτὰς εἰς τὰ προσήκοντα ἐκάσταις ἕκαστα ὄργανα χρόνον φῦναι ζῶων τὸ θεοσεβέστατον [41 E]. Δεῖν γὰρ μετὰ τὴν εἰς τὰ προσήκοντα ἄστρα σπορὰν φῦναι ζῶων τὸ θεοσεβέστατον. καὶ οὗτος πρῶτός ἐστιν εἱμαρμένος νόμος, πᾶσαν ψυχὴν μερικὴν ἐν ἐκάστη περιόδῳ κοσμικῇ γενέσει προσομιλεῖν· ἀνάγκη γὰρ τὴν ταύτης περίοδον ἐλάττονα εἶναι τῆς ὅλης περιόδου. καὶ τοῦτο κοινὸν πάσαις ταῖς μερικαῖς ψυχαῖς. διαφέρουσι δὲ ἀλλήλων κατὰ τὰς ἡγεμονίας τῶν θεῶν (ἄλλαι γὰρ ὑπ’ ἄλλην ἀγγελαιοκομικὴν ἐπιστασίαν ἐτάχθησαν) καὶ κατὰ τὰς τῶν λόγων προβολάς (καὶ γὰρ τῶν ὑπὸ τὸν αὐτὸν θεὸν αἱ μὲν τὸν προσήκοντα αὐταῖς αἱροῦνται βίον, αἱ δὲ οὔ, καὶ αἱ μὲν τοῦ αὐτοῦ θεοῦ κατ’ ἄλλην δυνάμιν, αἱ δὲ καὶ καθ’ ἑτέραν ἀπολαύουσι τάξιν· τί γάρ, εἰ αἱ τῆς μαγικῆς Ἥλιου δυνάμεως ἐξηρτημένοι βίον προβάλλοιντο ἱατρικὸν ἢ τελεστικόν, ἄλλαι δὲ Ἑρμαιϊκὸν καὶ ἄλλα Σεληνιακόν; οὐ γὰρ ὁ αὐτὸς τρόπος τῆς ἐξαλλαγῆς ἐπ’ ἀμφοτέρων). ἔτι δὲ κατὰ τὰς προαιρέσεις διοίσουσι· κἂν γὰρ τελεστικὸν ἀμφότεραι βίον ἐλῶνται, δυνατὸν τὴν μὲν ὀρθῶς περὶ αὐτὸν διαγενέσθαι, τὴν δὲ διαστρόφως· ἕκαστος γὰρ τῶν βίων ἐπιδέχεται τὸ τε εὖ καὶ τὸ κακῶς. ὥστ’ εἰ δεῖ συλλήβδην εἰπεῖν, ἢ ὑπὸ τὴν αὐτὴν τελοῦσι δύναμιν καὶ τὸν αὐτὸν αἱροῦνται βίον καὶ ζῶσιν ὡσαύτως, ἢ ὑπὸ τὴν αὐτὴν μὲν, οὐ τὸν αὐτὸν δὲ οὔδ’ ὡσαύτως, ἢ οὔχ ὑπὸ τὴν αὐτὴν μὲν, τὸν αὐτὸν δὲ καὶ ὡσαύτως, ἢ οὔθ’ ὑπὸ τὴν αὐτὴν οὔτε ὡσαύτως οὔτε [ὑπὸ] τὸν αὐτόν· αὕτη γὰρ πασῶν ἐσχάτη διαφορότης. οἱ μὲν οὖν τρόποι τοιοῦτοι τῶν διαφορῶν· τριῶν γὰρ ὄντων ἢ πάντα ἀποφήσομεν ἢ πάντα καταφήσομεν, ἢ