Ancient Greek
3.302.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.302.1-2
Unproofread scanNot analysed yet
μᾶτως ἐστὶν ἐν ταῖς νοηταῖς τῶν πάντων αἰτίαις. ἀλλὰ δὴ τίνα φῶμεν ἑκάστην τούτων τῶν δυνάμεων; ἢ τὴν ἐκ βιαίων παθημάτων αἴσθησιν σωματοειδῆ ζωὴν καὶ ἔνυλον ἑροῦμεν, γνωστικὴν τῶν προσπιπτόντων ἔξωθεν καὶ δι’ ὀργάνων τὴν γνῶσιν ποιουμένην ταύτην καὶ οὐχ ἑαυτῆς οὖσαν, ἀλλὰ τῶν χρημένων, καὶ συμμεμιγμένην τοῖς ἐνύλοις ὀγκοῖς καὶ μετὰ πάθους ἃ γιγνώσκει γιγνώσκουσαν· οὐ γὰρ πᾶν πάθος περὶ τὸ ζῶον συνιστάμενον αἴσθησιν ἡμῖν ἑαυτοῦ δίδωσιν, ἀλλὰ τὸ σεισμὸν πολὺν ποιήσαν, ὡς φησιν ὁ ἐν Φιλίβῳ [33D] Σωκράτης· δεῖ γὰρ τινα περὶ τὰ αἰσθητήρια γενέσθαι σεισμόν· οὔτε γὰρ τὰ ἐν ψυχῇ κινήματα διαδίδεται πάντα καὶ μέχρι τοῦ σώματος, ἀλλ’ ἔστιν ἃ τῆς ψυχῆς ἐστιν αὐτῆς καθ’ ἑαυτήν, ὥσπερ ὅσα νοερὰ ἐστιν, οὔτε πάντα τὰ περὶ τὸ σῶμα διατείνει καὶ μέχρι ψυχῆς, ἀλλ’ ἔστι τινὰ καὶ μέχρι μόνου τοῦ σώματος, δι’ ἀμυδρότητα τὴν ψυχὴν οὐ δυνάμενα κινεῖν. γίνεται οὖν αἴσθησις οὐκ ἐκ πάντων παθημάτων, ἀλλὰ τῶν βιαίων καὶ σεισμὸν πολὺν ποιούντων. καὶ αὕτη μὲν ἡ θνητοειδὴς αἴσθησις μεριστὴ καὶ πάθεσι συμμιγῆ ποιουμένη τὴν κρίσιν καὶ ἔνυλος. ἄλλη δέ ἐστιν ἡ πρὸ ταύτης αἴσθησις ἐν τῷ ὀχήματι τῆς ψυχῆς, ὡς πρὸς ταύτην ἄνυλος καὶ καθαρὰ καὶ γνῶσις ἀπαθὴς αὐτὴ καθ’ ἑαυτήν, μορφῆς δὲ οὐκ ἀπηλλαγμένη, διότι καὶ αὕτη σωματοειδὴς ἐστιν, ὡς ἐν σώματι λαχοῦσα τὴν ὑπόστασιν. καὶ ἐκείνη μὲν ἡ αἴσθησις τῇ φαντασίᾳ τὴν αὐτὴν ἔχει φύσιν· τὸ γὰρ εἶναι κοινὸν ἀμφοῖν· ἀλλ’ ἔξω μὲν προϊοῦσα καλεῖται αἴσθησις, ἔνδον δὲ μένουσα καὶ ἐν τῷ πνεύματι θεωροῦσα τὰς μορφὰς καὶ τὰ σχήματα φαντασία, καὶ <καθ’ ὅσον μὲν ***φαντασία>, καθ’ ὅσον δὲ μερίζεται περὶ τὸ πνεῦμα, αἴσθησις· ἐστὶ γὰρ βάσις μὲν τῆς λογικῆς ζωῆς ἡ δόξα, κορυφὴ δὲ ἡ φαντασία τῆς δευτέρας, καὶ συνάπτουσιν ἀλλήλαις ἡ τε δόξα καὶ ἡ φαντασία καὶ πληροῦται δυνάμεων ἡ δευτέρα παρὰ τῆς