Ancient Greek
3.305.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.305.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 42B] τὰς αἰτίας αὐτῶν, ἔχειν· καὶ γὰρ ταύτας ἐμμελεστέρας δι’ ἐκείνων ἀποτελοῦσι· πᾶν γὰρ τὸ κατὰ φύσιν τινῶν κρατητικὸν ἔχει τὸν τῶν κρατουμένων ἐν ἑαυτῷ λόγον, ἵνα καὶ πρὸς τοῦτον βλέπον ἀφορίζῃ τὰ μέτρα τῆς κινήσεως αὐτοῦ· πλήρτεταί γὰρ ὁ περὶ τὸ στήθος θυμὸς ὑπὸ τοῦ Ὀδυσσέως. ἀλλὰ καὶ τὸ πλήττον θυμός, ἀλλ’ οὗτος μὲν ἤδη πεπαιδευται, κοσμεῖ δὲ καὶ τὸν ἔξω θυμόν, ἵνα ἐν δίκῃ ποιῶιτο τὴν κίνησιν. εἰ δὲ ἐπέτρεφε τῷ πάθει καὶ τῇ ἐνύλῳ κινήσει, πάντως ἂν τὴν ἄλλην τῆς ψυχῆς εὐταξίαν διέφθειρε. κρατήσασαι οὖν αἱ ψυχαὶ τῶν ἐνύλων παθῶν καὶ κοσμήσασαι τὰς ἔνδον ῥωὰς ἐν δίκῃ βιοῦσι, κρατηθεῖσαι δὲ εἰς ἀδικίαν ἀπολισθαίνουσιν· ἐπόμεναι γὰρ ταῖς ἀμέτροις ὀρέξεσι τοῦ σώματος ἀκόσμους ἔχουσι καὶ τὰς αὐτῶν δυνάμεις καὶ πέρα τοῦ δέοντος ἐκτεινομένας περὶ τὴν γένεσιν. πῶς δὲ ποτὲ ἔπονται δίκῃ, ποτὲ δὲ οὔ; πάλαι γὰρ εἴρηται [41C] περὶ αὐτῶν τὸ τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἐπεσθαι. μήποτε οὖν ἀεὶ μὲν ἐθέλουσιν ἐπεσθαι δίκῃ καὶ θεοῖς, οὐκ ἀεὶ δὲ ἔπονται, κατὰ τοὺς ἐν Γοργίᾳ λόγους, οἱ διορίζουσι τὴν τε ἀληθινὴν βούλησιν καὶ τὴν φαινομένην δόξησιν. ἢ καὶ μήποτε δίκῃ καὶ θεοῖς ἔπονται ἐν οἷς ἡγεμονοῦν ἐστι τὸ θεῖον· ὁ γὰρ τὰ ἀγαθὰ βουλόμενος δίκῃ ἐπεσθαι ἐθέλει· τοῦτο γὰρ εἴπεν ἐν ἐκείνοις, ἡγεμονοῦν τε ἐν αὐτοῖς τῶν ἀεὶ δίκῃ καὶ ὑμῖν ἐθελόντων ἐπεσθαι· κατὰ φύσιν γὰρ ἕπεται τὸ μὲν ἐν ἡμῖν θεῖον τῇ δίκῃ, τὰ δὲ ἄλογα τῆς ζωῆς εἴδη τῷ ἐν ἡμῖν θεῖῳ.