Ancient Greek
3.305.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.305.2
Unproofread scanNot analysed yet
4 βλέπον A :βλέπων Q D b ἀφορίζει D αὐτῶ ci Kroll οἰκείοις εἴδεσι τῆς ζωῆς), γίνεται δὲ καὶ ἀπὸ τῶν θεῶν τῶν διακοσμοῦντων τὸ πᾶν (πᾶσι γὰρ ἐκεῖνοι τὸ κατ’ ἀξίαν διανέμουςι, καὶ διὰ τοῦτο καὶ τὴν Δίκην ἐκ μέσης τῆς ἡλίου σφαίρας ἐπὶ τὸ πᾶν προϊοῦσαν τὰ πάντα κατευθύνειν λέγουσιν). ἀλλ’ ὥσπερ ἐν τοῖς ὅλοις ἡ Δίκη τῷ Διὶ συνεπομένη τῶν ἀπολειπομένων ἐστὶ τοῦ θείου νόμου τιμωρός [leg. IV 716 A], οὕτω καὶ ἡ περὶ τὰς ψυχὰς ἐνέργεια τῆς Δίκης κατακοσμεῖ τὰς ἐπιλελησμένας τῶν εἰμαρμένων νόμων καὶ τὴν χείρονα ζωὴν ἀντὶ τῆς ἀμείνονος ἀλλαξαμένας. ταῦτα μὲν εἰρήσθω κοινῇ περὶ τούτων. Τίς δὲ ‘ὁ προσήκων χρόνος’ καὶ τί ‘τὸ σύννομον ἄστρον’ καὶ τίς ὁ ‘εὐδαίμων βίος’; ὁ μὲν οὖν προσήκων ἐστὶ χρόνος ὁ οἷον αὐτὸς ἀφώρισεν ἐν Φαίδρῳ [249 A] ταῖς ἐντεῦθεν περιεγομέναις μετὰ τὴν πρώτην γένεσιν, ὁ χιλιέτης ἢ τις ἄλλος τοιοῦτος· ὡς γὰρ ἐπὶ τῶν φιλόσοφων βίον ἐλομένων οὕτος ὁ χρόνος, οὕτως ἐπὶ ἄλλων ἄλλος, πλείων ἢ ἐλάττων, οὐ μοναδικῶς, ἀλλὰ κατὰ τὸ εἶδος τῆς ζωῆς ἀφοριζόμενος. C τὸ δὲ σύννομον ἄστρον ἐστὶ περὶ ὃ ἡ σπορὰ καὶ ἡ διανομὴ τῶν τε ψυχῶν καὶ τῶν ὀχημάτων, ὥστε καὶ εἰ τινες ἐξ ἀρχῆς τὴν λῆξιν ἔσχον περὶ γῆν, καὶ ταύτας μετὰ τὸν πρῶτον βίον δίκη καὶ θεοῖς ἐπισπομένας ἀναχωρεῖν εἰς τὸ ὄχημα τὸ αἰθέριον τῆς ὅλης γῆς, ἀπολειποῦσας τὸν γήινον ὄγκον (καὶ ἐν ἐκείνῳ αὐτὰς ἰδρύουσι καὶ τὸ συμφὲς αὐταῖς ὄργανον, αὐτὰς μὲν ζωῆς νοερᾶς πληρουμένας, τὰ δὲ ὄχηματα φωτὸς θείου καὶ δημιουργικῆς δυνάμεως πληρούσας), καὶ εἰ τινες περὶ ἥλιον προῆλθον, ἀνατρεχοῦσας αὐτὰς ἐπὶ τὴν ἑαυτῶν ὁλότητα μετ’ ἐκείνης τὰ ὅλα διακοσμεῖν τῇ πρὸς ἐκείνην συντάξει δύναμιν λαχοῦσας τοιαύτην, καθ’ ἣν οὐκ ἀφισταμέναι τῆς ἑαυτῶν νοήσεως προνοοῦσι τοῦ παντός. ὁ δὲ εὐδαίμων βίος ἐστὶν ὁ κατὰ τὴν ἰδιότητα τῶν ἡγεμόνων ἀφοριζόμενος· οὗτοι γὰρ εἰσὶν ἐν δαιμόνων τάξει