Ancient Greek
3.307.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.307.1-2
Unproofread scanNot analysed yet
τὰς μερικὰς ψυχὰς κατέχοντες καὶ ἀνάγοντες ἐπὶ τὸ νοητόν, ὥσπερ καὶ αὐτὰς οἱ τῶν ἀπολύτων ἡγεμόνες· διὸ καὶ αὐτὰς εὐδαίμονας ἐν ἄλλοις εἴρηκεν ὡς ἐκείνων οἷον δαιμόνων ὄντων ἐξηρημμένας· πανταχοῦ γὰρ τὸ προσεχῶς ὑπεριδρυμένον τὴν δαίμονος ἔχει τάξιν πρὸς τὸ παρ’ αὐτοῦ προνοίας ἀξιοῦμενον. ταῦτα καὶ περὶ τούτων. Δεῖ δὲ καὶ τὴν συνἔχειαν θεωρεῖν τῶν θεωρημάτων· ὑπέστησε γὰρ τὰς ψυχὰς ἀπὸ τῆς δημιουργικῆς καὶ τῆς ζωογονικῆς αἰτίας, καὶ μετὰ τὴν ἀπογέννησιν ὑπέταξεν ἄλλας ἄλλαις ψυχαῖς θείαις, ὑπερκόσμιον αὐτῶν καὶ τὴν πρόοδον καὶ τὴν διανομὴν ποιησάμενος, καὶ ἐπὶ ταύταις εἰσήγαγεν αὐτὰς εἰς τὸ πᾶν, ὄχημα δούς, καὶ περὶ τὰ ἄστρα διέσπειρεν, ἔπειτα κατήγαγεν εἰς γένεσιν καὶ δέδωκεν αὐταῖς τὸ θνητὸν εἶδος τῆς ζωῆς, καὶ μετὰ ταῦτα διεῖλεν αὐτῶν τοὺς βίους καὶ προσφόρους λήξεις διένειμε τοῖς βίοις· ἀπὸ γὰρ τῶν ὑπερκοσμίων εἰς τὸν κόσμον αὐταῖς ἡ πρόοδος, ἀπὸ δὲ τῆς ὅλης ζωῆς εἰς γένεσιν ἡ κάθοδος. νῦν δ’ οὖν ἐπειδή περὶ τῶν μετὰ τὴν πρώτην γένεσιν εἰς τὸ σύννομον ἄστρον ἀποκαθισταμένων πεποίηται λόγος, καὶ φησιν αὐτὰς ἀπολειποῦσας τὸ σῶμα βίον ἔξειν εὐδαίμονα, πῶς ταῦτα τοῖς ἐν Φαίδρῳ [249 AB] συμφωνεῖν ἐροῦμεν; ἐκεῖ γὰρ ὁ τὸν φιλόσοφον βίον ἐλόμενος διὰ τριῶν ἀποκαθίστατο βίων. ἢ τὴν ἐνταῦθα παραδιδομένην λῆξιν οὐκ εἰς τὸ αὐτὸ γίγνεσθαι φήσομεν, ὅθεν ἦκειν ψυχὴν ἑκάστην (τοῦτο γὰρ διὰ τριῶν γίγνεσθαι χιλιετῶν περιόδων), ἀλλ’ ἀναχώρησιν εἶναι πρὸς τὸ ἄστρον, ὅφ’ ὃ τεταγμένη κατ’ οὐσίαν ἦν καὶ ζωὴν εἶχε μετ’ ἐκείνου κοινήν· τοῦτο γὰρ καὶ ταῖς μὴ φιλοσόφοις ὑπάρξαι δυνατόν τὸ εἰς τοῦ οὐρανοῦ τινα τόπον ὑπὸ τῆς δίκης κουφισθείσας διάγειν ἀξίως, οὐδ’ ἐν ἀνθρώπου εἴδει ἐβίωσαν βίον· καὶ γὰρ τοῦτο ἐν τῷ Φαίδρῳ λέλεκται περὶ τῶν μὴ φιλοσόφων ψυχῶν, <ὧν> ἄλλη ἢ εἰς τὸ αὐτὸ πάλιν ἀποκατάστασις, ἄλλη ἢ εἰς τὸ σύννομον ἄστρον ἄνοδος· ἢ