Ancient Greek
3.313.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.313.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 42CD] καὶ γίνεται τινὸς ἀντὶ τοῦ παντός, καὶ τὸ τούτων μέσον μερικὸν καθολικόν, ὅταν ζῇ μετὰ τοῦ μέσου ὀχήματος ὡς γενέσεως πολίτης. τὴν οὖν πρώτην ξξιν κατὰ τὴν σχέσιν ἀφεῖσα τὴν πρὸς πᾶσαν τὴν γένεσιν καὶ τὸ ἄλογον τὸ ποιοῦν αὐτὴν γενεσιουργόν, λόγῳ μὲν κρατοῦσα τὸ ἄλογον, νοῦν δὲ χορηγοῦσα τῇ δόξῃ, πᾶσαν δὲ τὴν ψυχὴν εἰς τὴν εὐδαίμονα περιάγουσα ζωὴν ἀπὸ τῆς περὶ τὴν γένεσιν πλάνης, ἧς καὶ οἱ παρ’ Ὀρφεῖ [frg. 226] τῷ Διονύσῳ καὶ τῇ Κόρῃ τελούμενοι τυχεῖν εὐχονται,