Ancient Greek
3.313.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.313.1-2
Unproofread scanNot analysed yet
καὶ γένηται τινὸς ἀντὶ τοῦ παντός, καὶ τὸ τούτων μέσον μερικὸν καθολικόν, ὅταν ζῇ μετὰ τοῦ μέσου ὀχήματος ὡς γενέσεως πολίτης. τὴν οὖν πρώτην ἐξὼν κατὰ τὴν σχέσιν ἀφεῖσα τὴν πρὸς πᾶσαν τὴν γένεσιν καὶ τὸ ἄλογον τὸ ποιοῦν αὐτὴν γενεσιουργόν, λόγῳ μὲν κρατοῦσα τὸ ἄλογον, νοῦν δὲ χορηγοῦσα τῇ δόξῃ, πᾶσαν δὲ τὴν ψυχὴν εἰς τὴν εὐδαιμονα περιάγουσα ζῶην ἀπὸ τῆς περὶ τὴν γένεσιν πλάνης, ἧς καὶ οἱ παρ’ Ὀρφεῖ [frg. 226] τῷ Διονύσῳ καὶ τῇ Κόρῃ τελούμενοι τυχεῖν εὐχονται, κύκλον τ’ ἂν λήξαι καὶ ἀναπνεῦσαι κακότητος. εἰ δὲ καὶ τὴν ἡμετέραν ψυχὴν ζῶσαν εὑ κατὰ τὸν ταυτοῦ κύκλον ἀναγκαῖον ζῆν, πολλῷ μᾶλλον τὰς θείας· ὥστε καὶ ὅσας ἐνέθηκεν εἰς τὴν θάτερον περιφορὰν διὰ τὸ πλεονάζειν ταῖς εἰς τὸ αἰσθητὸν προνοίαις. ἀλλὰ μὴν δυνατόν ζῆν κατὰ τὸν ταυτοῦ κύκλον καὶ τὴν ἡμετέραν ψυχήν, καθαρθεῖσαν, ὡς αὐτὸς φησι. μόνην ἄρα τὴν καθατικὴν ἀρετὴν σώτειραν προσορῆτέον τῶν ψυχῶν, ἀποκόπτουσαν μὲν καὶ ἀφανίζουσαν ἄρδην τὰς ἐνύλους φύσεις καὶ τὰ ἐκ τῆς γενέσεως ἡμῖν προσφύντα πάθη, χωρίζουσαν δὲ τὴν ψυχὴν καὶ ἐπὶ τὸν νοῦν περιάγουσαν καὶ τοὺς χιτῶνας, οὓς ἐνεδύσατο, καταλείπουσαν· εἰς γῆν κατιοῦσαι γὰρ αἱ ψυχαὶ προσλαμβάνουσιν ἀπὸ τῶν στοιχείων ἄλλους καὶ ἄλλους χιτῶνας, ἀερίους ἐνυδρίους χθονίους, ἐπεὶθ’ οὕτω τελευταῖον εἰς τὸν ὄγκον τὸν παχὺν τοῦτον εἰσκρίνονται· καὶ πῶς γὰρ ἔμελλον ἀμέσως ἀπὸ τῶν ἀύλων πνευμάτων εἰς τόδε τὸ σῶμα χωρεῖν; καὶ πρὶν οὖν εἰς τοῦτο κατέλθωσιν, ἔχουσι τὴν ἄλογον ζῶην καὶ τὸ ἐκείνης ὄχημα κατεσκευασμένον ἀπὸ τῶν ἁπλῶν στοιχείων, καὶ ἐνεδύσαντο ἀπὸ τούτων ὄχλον, οὕτωσι καλούμενον ὡς ἀλλότριον μὲν τοῦ συμφύτου τῶν ψυχῶν ὀχήματος,