Ancient Greek
3.317.2 to 3.318.31
Proclus Phil., In Platonis Timaeum Commentaria 3.317.2-3.318.31
Unproofread scanNot analysed yet
2 τῷ D :τὸ Q 5 5 ἀφωμοιώται D 9 συγχωρήσωμεν D 13 ἐν ἐστώσαις D :ἐνεστώσαις Q 5 15 s cf. Tim. 38 B 20 θε- πανδεχέα, πρέσβειραν αὐτὴν καλῶν, ὅρον περὶ πᾶσι τιθεῖσαν, ἄτροπον, ἄκαμάτην· δεκάδα κλείουσί μιν ἁγνήν. εἰσὶν οὖν καὶ οἱ νόμοι οἱ περὶ τῶν ψυχῶν οἱ εἱμαρμένοι πάντες οἱ εἰρημένοι δέκα· δεῖ σπαρῆναι τὰς ψυχάς. δεῖ μίαν εἶναι πάσαις κάθοδον κοινὴν ἐν ἐκάστη περιόδῳ. δεῖ κατιοῦσαν ἐν τῇ πρώτῃ γενέσει τὴν ψυχὴν εἰς τὸ θεοσεβὲς κατιέναι ζῷον. δεῖ τὴν κατιοῦσαν εἰς ἀνθρωπίνην φύσιν εἰς ἀνδρὸς εἶναι πρῶτον γονήν. δεῖ τὴν ἐν σώματι ψυχὴν μεριστὰς φῦσαι καὶ ἐνύλους ζωάς. δεῖ τὴν μὲν κρατοῦσαν τῆς ἐνύλου ζωῆς δικαίαν εἶναι, τὴν δὲ κρατουμένην ὑπ’ αὐτῆς ἄδικον. δεῖ τὸν δίκαιον εἰς τὸ σύννομον ἄστρον ἀνατρέχειν. δεῖ τὸν ἁμαρτόντα κατιέναι πάλιν εἰς γυναικὸς φύσιν ἐν δευτέρᾳ γενέσει. δεῖ τὸν ἐν τῇ δευτέρᾳ γενέσει σφαλέντα κατὰ τὴν τρίτην ἀπόστασιν εἰς θήρειον μεταβάλλειν φύσιν. καὶ ἐπὶ πᾶσι νόμος δημιουργικὸς δέκατος· μία σω- τηρία τῆς ψυχῆς, παύουσα τὸν κύκλον τῆς ἐν τῇ γενέσει [τῆς] πλάνης, ἢ πρὸς τὴν ταυτοῦ καὶ ὁμοίου περίοδον F ἀνάγουσα ζωή. πάντες δὴ οὖν οἱ εἰρημένοι νόμοι, διὰ τῆς δεκάδος περιληφθέντες, διότι τὴν δεκάδα καὶ τῷ δημιουργῷ προσοικειοῦσι καὶ τῇ εἱμαρμένῃ Πυθαγορείων παίδες, ἐν- εσπάρησαν ταῖς ψυχαῖς, ἵνα δὴ καὶ ἑαυτὰς ἄγωσι (καὶ γὰρ οἱ θεοὶ βούλονται τῶν αὐτοκινήτων ἄρχειν ὡς αὐτοκινήτων ὄντων), καὶ ἵνα τῶν ἔπειτα κακῶν αὐταὶ ἑαυταῖς ὦσιν αἰ- τιαὶ καὶ ὁ δημιουργὸς ἀναίτιος· εἰ γὰρ μὴ προειλήφεσαν τοὺς εἱμαρμένους νόμους, εἰ μὲν ἀεὶ κρείττους ἦσαν εἱμαρμένης, 332 οὐκ ἂν κατήλθον εἰς γενέσιν, εἰ δὲ ποτὲ ὑπ’ αὐτῆς ἐγένοντο, ποίαν ἂν ἔσχον αὐταὶ τῶν ἁμαρτημάτων αἰτίαν, οὐ προ- μαθοῦσαι τὴν ἐπ’ αὐτοῖς ποινὴν τεταγμένην; ἦν’ οὖν ἀναί- τιος ἢ τῶν ἁμαρτημάτων ὁ θεός, ἐν ταῖς οὐσίαις αὐτῶν ἔπεθετο τοὺς εἱμαρμένους νόμους. τὴν ἄρα τῶν κακῶν 3 δεκάδα ll. :em b 10 φῦσαι s :φῦναι (φύναι) ll. 13 δεῖ —