Ancient Greek
3.322.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.322.1-2
Unproofread scanNot analysed yet
δὲ μετὰ τῶν ὅλων, ὥσπερ τὰ ἄστρα, καὶ ἔστι πάντα ὄργανα χρόνου· καὶ γὰρ πάντες οἱ ἀπλανεῖς καὶ πᾶς ἐγκόσμιος θεὸς κινούμενοι κατὰ κύκλον πάντως ἔχουσι περιοδικούς χρόνους, καθ’ οὓς ὁ πᾶς μετρεῖται χρόνος τοῦ κοσμικοῦ βίου, καὶ κοινὰς ἔχουσι πρὸς ἐκεῖνον καὶ πρὸς ἀλλήλους ἀποκαταστάσεις. αὐτὸς δὲ τούτων μόνων ἐμνημόνευσεν, ὧν εἶχεν ἐκ τῆς αἰσθήσεως τοὺς ἀποκαταστατικοὺς χρόνους, διελὼν δὲ τὸν κόσμον εἰς τε οὐρανὸν καὶ γένεσιν παρέλαβεν ἀφ’ ἑκατέρου τὸ ἔσχατον κατὰ τὴν θέσιν, σελήνην καὶ γῆν, καὶ ἥρκεσθη τούτοις, διότι περὶ τῆς τῶν ἔσχατων ἤν ψυχῶν διαιρέσεως ὁ λόγος καὶ περὶ τῆς τῶν μερικωτάτων ὀχημάτων σπορᾶς, ἃ καὶ μεταβάλλειν πέφυκε καὶ πελάζειν τοῖς παχυτάτοις τῶν ὀγκῶν καὶ δύνειν κατ’ αὐτῶν. τρίτον δὲ ἐπὶ τούτοις κάκεινο γιγνώσκειν ἄξιον, ὅτι σπείρεται ὄχηματα καὶ περὶ τοὺς ἀπλανεῖς ἀστέρας· πᾶσα γὰρ τοῦ κόσμου μερὶς πλήρης ἐστὶ ψυχῶν μερικῶν ὑπεστρωμένων τοῖς διαζωσαμένοις αὐτὴν θεοῖς καὶ συνεπομένη τοῖς ἐξημμένοις αὐτῶν δαίμοσιν. εἰ δὲ ὑπὲρ τὴν Κρονίαν σφαῖραν γίγνεται τι τῶν μερικῶν τούτων σωμάτων ἢ πάντα ἐν ταῖς πλανωμέναις ἐστὶ κατ’ οἰκειότητα τεταγμένα τῶν ἀπλανῶν ἀστρων, ἐπιστάσεως ἄξιον· ἐπεὶ καὶ αὐτῶν τῶν πλανωμένων ἄλλους πρὸς ἄλλα τῶν ζωδίων ὠκειῶσθαι φασιν οἱ ταῦτα δεινοί. θαυμαστὸν οὖν οὐδέν, εἰ ἐν ταῖς πλανωμέναις ὄντα τὰ τῶν ψυχῶν ὄχηματα συμπεριάγοιτο τὰ μὲν ἄλλοις, τὰ δὲ ἄλλοις τῶν ἀπλανῶν ἀστέρων· εὐλογώτερον γὰρ τοῦτο μᾶλλον ἄν τις δόξειεν, ἢ καὶ ὑπὲρ τὴν Κρονίαν αὐτὰ σφαῖραν ποιεῖν· τῇ γὰρ ποικιλίᾳ τῆς ζωῆς καὶ τῇ εἰς γένεσιν ὁρπὴ καὶ τῇ συμμίκτῳ φύσει τῶν κυκλοφορουμένων καὶ τῶν εὐθυπορούντων οἰκειότερος οὗτος ὁ τόπος. κάλλιον δὲ λέγειν, ὅτι καὶ περὶ τοὺς ἀπλανεῖς γίνεται σπορὰ τῶν ὀχημάτων, καὶ ὅτι ἄνεισι καὶ μέχρι τῆς σφαῖρας ἐκείνης τὰ κεκαθαρμένα καὶ ἀστροειδῆ καὶ εὐλυτα, ζωὴν ἀπλὴν ἔχοντα καὶ κίνησιν