Ancient Greek
3.323.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.323.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 42 D] τὴν περὶ νοῦν καὶ φρόνησιν, ἐπόμενα τῇ ταύτου περιόδῳ· γελιοῦν γὰρ ἢ τῆς περὶ ἐκεῖνα νεμηθείσης ψυχῆς περὶ ἄλλο γεγενέσθαι τὴν σπορὰν (ὡς γὰρ ἢ ψυχὴ πρὸς τὴν ψυχὴν, οὕτω καὶ τὸ ὄχημα τῷ ὀχήματι συμμιγές), ἢ τὴν σπαρεῖσαν ἐκεῖ μὴ καὶ ἀνιέναι μέχρις ἐκείνων, πανταχοῦ τῶν μερῶν πρὸς τὰ ὅλα ἐπειγομένων, ὅταν ἔχῃ κατὰ φύσιν, καὶ φερομένων ἐπ’ αὐτά, εἰ μὴ τύχοι διαλυθέντα ὑπὸ τῶν ἀλλοτρίων, δι’ ὧν φέρεται πρὸς αὐτά, τῶν ψυχικῶν ὀχημάτων ἀλύτων ὄντων καὶ ἀθανάτων διὰ τὴν ἀπὸ τοῦ ἑνὸς δημιουργοῦ γένεσιν. ταῦτά τε οὖν μᾶλλον ἐγκριτέα, συμβαίνοντα τοῖς περὶ τῆς νομῆς καὶ τῆς σπορᾶς ὑπ’ αὐτοῦ διατεταγμένοις, ἀμφοῖν περὶ τοῦ δημιουργοῦ γενομέναιν, καὶ ὡς, ἐπειδὴ τῶν ψυχῶν ἐστι μετὰ τῶν ὀχημάτων ἢ σπορὰ καὶ οὐ μόνων τῶν ψυχῶν, ὡς ἢ νομὴ πρότερον, εἰκῶς εἶπε τοὺς μὲν εἰς γῆν, τοὺς δὲ εἰς σελήνην σπαρήναι ἐνδεικνύμενος, ὡς ἑκάστη τούτων τῶν ψυχῶν ἤδη ἄνθρωπός ἐστι καὶ ὁ πρῶτος ἄνθρωπος, κένταῦθα τοῦ δρισμοῦ κρατοῦντος, ὡς ἄρα ἄνθρωπός ἐστι ψυχὴ σώματι χωμένη ἀθάνατος ἀθανάτῳ, ὃν καὶ χωρίσαι δεῖ τοῦ θνητοῦ παντός, ἵνα γένῃται ὡς ἤν πρὸ τῆς εἰς γένεσιν πτώσεως. ἀνθρώπους ἤδη ὄντας σπείρων, ἀλλ’ οὐ ψυχὰς εἰκῶς εἴρηται τοὺς μὲν εἰς γῆν σπεῖρειν, τοὺς δὲ εἰς σελήνην. ταῦτά τε οὖν συννοητέα μετὰ τῶν ἐμπροσθεν καὶ ὅτι οὐδέποτε ἂν ὑπερκόσμιον γένοιτο, οὐδὲ καθ’ οὓς εἰσὶν ἐπέκεινα τῶν ἀπλανῶν ἄλλαι σφαῖραι, εἰ καὶ τὰ ἀκρότατα καὶ τὰ ἀπλούστατα τῶν ὀχημάτων μετέχει τῆς αἰθέριας οὐσίας. ἄλλη δὲ ἢ νομὴ τῆς σπορᾶς· ἢ μὲν γὰρ ἐστι μόνων τῶν ψυχῶν, ἢ δὲ μετὰ τῶν ὀχημάτων. διὸ καὶ ἐκεῖ μὲν εἶπεν [41 D]· ἐνειμεν ἑκάστην πρὸς ἕκαστον, ἐνταῦθα δὲ· ἐσπείρε τοὺς μὲν εἰς γῆν, τοὺς δὲ εἰς σελήνην, ὡς ἤδη τὸν ἀνθρώπειον λόγον αὐτῶν προβαλλουσῶν· καὶ γὰρ ἐκεῖ ὁ ἄνθρωπός ἐστι ψυχὴ σώματι χωμένη, κάκεινος ὁ ἄνθρωπος ἀίδιος. ἄλλης δ’ οὖν ἑκά-