Ancient Greek
3.325.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.325.2
Unproofread scanNot analysed yet
ταῦτα γενομένης, δηλοῦσα τὴν πρὸς ἀλλήλας αὐτῶν διαφορὰν. κἂν γὰρ τοίνυν νομῇ ψυχῆς περὶ γῆν, ἀλλ’ ἔστι καθ’ ὅσον ἔχει τι ἀστροειδὲς ἡ γῆ καὶ ἀσώματος, κἂν ἡ σπορὰ περὶ ἄστρον, ἀλλὰ καθ’ ὅσον ἔχει τι τῇ γῇ οἰκεῖον· τοῦτο δὲ ἐστὶ σωματικόν. καὶ δὴ καὶ ἐπὶ τῆς σπορᾶς παρειλήφθαι γῆ καὶ σελήνη διὰ τὴν πρὸς ἀλλήλας οἰκειότητα· κοινὸν γὰρ αὐταῖς τὸ σκιᾶν ποιεῖν, καὶ ὅπερ ἐν τοῖς ὄλοῖς ἡ γῆ, τοῦτο ἐν τοῖς οὐρανίοις ἡ σελήνη· ὥστε καὶ ἀποκατάστασις εἴη 334 ἂν εἰς τὴν γῆν τῶν εἰς αὐτὴν σπαρέντων καὶ λήξεις ἐν αὐτῇ. εἰ δὲ ἐν Φαίδρῳ [249A] τὰς ἀμείνους τῶν λήξεων οὐρανίας εἶπε, τὰς δὲ ἐσχάτας ὑπὸ γῆν, οὐ θαυμαστόν· τὰς γὰρ ἄκρας μόνως εἰπεῖν ἠδελήσε, μήτε ἀερίων μνησθεὶς λήξεων εὐμοίρων μήτε χθονίων. διὸ καὶ τῶν ἐσχάτων μεμνημένος οὐχ ἁπλῶς εἶπεν αὐτὰς χθονίας, ἀλλ’ ἐκ τῶν ὑπὸ γῆς δικαστηρίων ἐδήλωσεν, ἄλλων οὖσῶν τῶν θείων ἐν γῇ λήξεων, καθόσον καὶ αὐτὴ θεός, καὶ τῶν κολαστικῶν. τὴν δ’ οὖν νομὴν καὶ σπορὰν, ὥσπερ εἴρηται, διακριτέον· μάλιστα γὰρ ἡ σπορὰ σωματικοῖς προσήκει τισίν, ἡ δὲ νομὴ διαφερόντως ἀσωμάτοις, κατ’ εἴδος οὖσα διάκρισις, ἀλλ’ οὐχὶ θέσις ἄλλων ἐν ἄλλοις ὡς ἡ σπορά. ἐπειδὴ δὲ εἴπομεν τὸ τοὺς μὲν εἰς γῆν, τοὺς δὲ εἰς σελήνην ὡς ἐπὶ ἄνθρώπους τὴν ἀναφορὰν ἔχειν, ὅτι μὲν οἶδεν ὁ Πλάτων ἄνθρωπον ὄντα τὴν ἀθάνατον ψυχὴν τῷ ἀθανάτῳ ὀχήματι χρωμένην, ἐκ τοῦ Πολιτικοῦ [271Css] ληπτέον (ἐκεῖ γὰρ εἶπεν εἶναι τὰς ψυχὰς ‘ἀνθρώπους’ ἐν τῇ Κρονίᾳ περιόδῳ, B καθ’ ἣν ξὴ μόνον τὸ ἀθάνατον ἡμῶν), ὅτι δὲ καὶ ἄλλον οἶδεν ἄνθρωπον τὴν ψυχὴν τὴν τῷ μέσῳ χρωμένην ὀχήματι ἐκ τοῦ Φαίδωνος [111Ass], ὅπου φησὶν ἐπ’ ἄκρας τῆς γῆς οἰκεῖν ‘ἀνθρώπους’ πολυχρονιωτέρους τῶν τῆδε ἀνθρώπων. ἀλλὰ μὴν καὶ τὸν μετὰ τοῦδε τοῦ σώματος ἔσχατον ἄνθρωπον οἶδε καὶ πανταχοῦ ψυχὴ κατ’ αὐτὸν ἐστὶν ὁ ἄνθρωπος σῶματι χρωμένη, ἀλλ’ ἢ τῷ ἀθανάτῳ ἢ τῷ δευτέρῳ