Ancient Greek
3.326.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.326.2
Unproofread scanNot analysed yet
Τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παραδέδωκε θεοῖς [42D]. Τίς μὲν ὁ σπόρος καὶ ὅθεν προσγίνεται ταῖς ψυχαῖς καὶ ὡς ἕτερος οὕτός ἐστι παρὰ τὴν διανομὴν καὶ ὅτι τῆς μεριστῆς οὕτω δημιουργίας ἴδιον, πολλάκις ὑπέμνησται διὰ τῶν εἰρημένων. τίνες δὲ οἱ νέοι θεοί, νυνὶ ῥητέον· ὅτι μὲν γὰρ οἱ ἐγκόσμιοι θεοὶ νέοι προσαγορεύονται, δῆλον. εἴκασι δὲ οὕτω κεκλῆσθαι παρὰ τοῦ Πλάτωνος ἢ πρὸς τὸ πρεσβείον παραβαλλόμενοι τῆς ἀφανοῦς δημιουργίας καὶ τὴν ὑπεροχὴν τῆς ἐν ἐκείνῃ δυνάμεως καὶ τὴν τελειότητα τῆς νοήσεως (τὸ γὰρ νοερώτερον παρὰ τοῖς θεοῖς πρεσβύτερον·