Ancient Greek
3.326.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.326.3
Unproofread scanNot analysed yet
Τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παραδέδωκε θεοῖς [42D]. Τίς μὲν ὁ σπόρος καὶ ὅθεν προσιγίνεται ταῖς ψυχαῖς καὶ ὡς ἕτερος οὕτως ἐστὶ παρὰ τὴν διανομὴν καὶ ὅτι τῆς μεριστῆς οὕτω δημιουργίας ἴδιον, πολλάκις ὑπέμνησται διὰ τῶν εἰρημένων. τίνες δὲ οἱ νέοι θεοί, νυνὶ ζητησόν· ὅτι μὲν γὰρ οἱ ἐγκόσμιον θεοὶ νέοι προσαγορεύονται, δῆλον. εἰλκασὶ δὲ οὕτω κεκληθαι παρὰ τοῦ Πλάτωνος ἢ πρὸς τὸ πρεσβείον παραβαλλόμενοι τῆς ἀφανοῦς δημιουργίας καὶ τὴν ὑπεροχὴν τῆς ἐν ἐκείνῃ δυνάμεως καὶ τὴν τελειότητα τῆς νοήσεως (τὸ γὰρ νοερώτερον παρὰ τοῖς θεοῖς πρεσβύτερον·