Ancient Greek
3.326.6
Proclus Phil., In Platonis Timaeum Commentaria 3.326.6
Unproofread scanNot analysed yet
ἢ διότι νοερὰς ἔχοντες ἑαυτῶν ἐξημμένας οὐσίας τῇ νοήσει διαιωνίως ἀκμάζουσιν· οἰνοχοεῖ γοῦν αὐτοῖς ἢ Ἥβη, καὶ πίνοντες τὸ νέκταρ, φασὶν οἱ ποιηταὶ [Hom. A 2ss], καὶ τὸν ὅλον αἰσθητὸν κόσμον ὁρῶσιν· ἀτρέπτοις οὖν καὶ ἀκλινέσι νοήσεσι χρώμενοι πληροῦσι τὰ πάντα τῆς ἑαυτῶν δημιουργικῆς προνοίας. ἢ καὶ ὅτι σύνεστιν αὐτοῖς Κουρη-τικὴ θεότης, τῇ μὲν νοήσει τὸ ἀχραντον ἐπιλάμπονσα, τῇ δὲ κινήσει τὸ ἀκαμπές, ἀμελικτον δὲ ὅλοις αὐτοῖς χορηγοῦσα δύναμιν, δι’ ἧν ἑαυτῶν ὄντες τὰ ὅλα ποδηγετοῦσιν. ἢ τὸ γε πάντων ἀληθέστατον, ὅτι καὶ ἡ μονὰς αὐτῶν νέος καλεῖται θεός· τὸν γὰρ Διόνυσον οἱ θεολόγοι [frg. 191] ταύτῃ τῇ προσηγροφίᾳ κεκλήκασιν, ὁ δὲ ἐστὶ πάσης τῆς δευτέρας δημιουργίας μονάς· ὁ γὰρ Ζεὺς βασιλέα τίθησιν αὐτὸν