Ancient Greek
3.327.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.327.1-2
Unproofread scanNot analysed yet
ἀπάντων τῶν ἐγκοσμίων θεῶν καὶ πρωτίστας αὐτῷ νέμει τιμάς, καίπερ ὄντι νέῳ καὶ νηπίῳ εἰλαπιναστῇ. διὰ δὴ τοῦτο καὶ τὸν Ἥλιον νέον θεὸν εἰώθασιν καλεῖν (καὶ νέος ἐφ’ ἡμέρῃ Ἥλιος, φησὶν Ἡράκλειτος [frg. 6 D.]) ,ὡς Διονυσιακῆς μετέχοντα δυνάμεως. ἢ τὸ γε ταῖς Πλατωνικαῖς ἀρχαῖς οἰκειότατον, καὶ ὅτι σώματα αὐτῶν ἐξῆπται γένεσιν ἔχοντα, καὶ οὐκ ἐν αἰῶνι τὴν ὑπαρξιν ἔλαχον, ἀλλὰ κατὰ τὸν ὅλον χρόνον. νέοι οὖν εἰσὶν οὐχ ὡς ἀρξάμενοι ποτε εἶναι, ἀλλ’ ὡς ἀειγένητοι καί, ὡς εἴρηται πρότερον, ἐν τῷ ποτὲ εἶναι ὑφεστῶτες. πᾶν γὰρ τὸ γιγνόμενον ὅσον ἴσχει τοῦ εἶναι, ποτὲ ἴσχει καὶ οὐχ ὁμοῦ πᾶν, οὔδὲ τὴν ἀπειρίαν ὅλην παρουσαν, ἀλλ’ ἀεὶ χορηγουμένην. οὕτως οὖν νέοι λέγονται, ὡς τῷ χρόνῳ συμπαρατεινομένην λαχόντες τὴν ὑπόστασιν καὶ ἀεὶ γιγνόμενοι καὶ ἐπισκευαστὴν ἀθανασίαν ἔχοντες.