Ancient Greek
3.327.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.327.4
Unproofread scanNot analysed yet
διὰ δὴ τοῦτο καὶ τὸν Ἥλιον νέον θεὸν εἰώθασι καλεῖν (καὶ νέος ἐφ’ ἡμέρην Ἥλιος, φησὶν Ἡράκλειτος [frg. 6 D.]) ,ὡς Διονυσιακῆς μετέχοντα δυνάμεως. ἢ τὸ γε ταῖς Πλατωνικαῖς ἀρχαῖς οἰκεióτατον, καὶ ὅτι σώματα αὐτῶν ἐξήπτai γένεσιν ἔχοντα, καὶ οὐχ ἐν αἰῶνι τὴν ὑπαρξιν ἔλαχον, ἀλλὰ κατὰ τὸν ὅλον χρόνον. νέοι οὖν εἰσὶν οὐχ ὡς ἀφάμενοι ποτε εἶναι, ἀλλ’ ὡς ἀειγένητοι καὶ, ὡς εἴρηται πρότερον, ἐν τῷ ποτὲ εἶνai ὑφεστῶτες. πᾶν γὰρ τὸ γινόμενον ὅσον ἴσχει τοῦ εἶναι, ποτὲ ἴσχει καὶ οὐχ ὁμοῦ πᾶν, οὐδὲ τὴν ἀπειρίαν ὅλην παρουσαν, ἀλλ’ ἀεὶ χορηγουμένην. οὕτως οὖν νέοι λέγονται, ὡς τῷ χρόνῳ συμπαρατεινομένην λαχόντες τὴν ὑπόστασιν καὶ ἀεὶ γιγόμενοι καὶ ἐπίσκευαστὴν ἀθανασίαν ἔχοντες.