Ancient Greek
3.327.5
Proclus Phil., In Platonis Timaeum Commentaria 3.327.5-2
Unproofread scanNot analysed yet
Ἡ μὲν παράδοσις τῆς δημιουργίας δυνάμεών ἐστι δημιουργικῶν μετάδοσις καὶ ἀπογέννησις ἐξηρημένη πάντων, ὧν ἡ δευτέρα δημιουργία ποιεῖ προσεχῶς, καὶ πρόοδος τῆς ποιήσεως ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς καὶ διαίρεσις τῆς ἐνοειδοῦς δυνάμεως εἰς τὴν πληθυομένην προστασίαν τοῦ κόσμου. ἡ δὲ τῶν σωμάτων πλάσις ἀφομοιοῖ τοὺς νέους θεοὺς τῇ δημιουργίᾳ τῇ ἀφανεῖ (καὶ γὰρ ἐκείνη τῶν ὅλων ἦν αἰτία σωμάτων, ὥσπερ οὗτοι τῶν μερικῶν) μετὰ τοῦ καὶ τὴν ὑφεσιν συνεμφαίνειν· οὐ γὰρ εἰσὶ σώματος οὗτοι ποητικοὶ καὶ πλάσται (τούτου γὰρ ὁ δημιουργὸς αἴτιος), ἀλλὰ σωμάτων μερικῶν, ἃ τοιάδε σώματα ἐστι, διὸ τὸ μὲν σῶμα ἄπλως ἀγέννητον ὡς ἀπὸ χρόνου καὶ ἄφθαρτον, ὥσπερ καὶ