Ancient Greek
3.327.6
Proclus Phil., In Platonis Timaeum Commentaria 3.327.6
Unproofread scanNot analysed yet
Ἡ μὲν παράδοσις τῆς δημιουργίας δυνάμεων ἐστι δημιουργικῶν μετάδοσις καὶ ἀπογέννησις ἐξηρημένη πάντων, ὧν ἢ δευτέρα δημιουργία ποιεῖ προσεχῶς, καὶ πρόοδος τῆς ποιήσεως ἀπὸ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς καὶ διαιρέσεις τῆς ἐνοειδοῦς δυνάμεως εἰς τὴν πληθυομένην προστασίαν τοῦ κόσμου. ἢ δὲ τῶν σωμάτων πλάσις ἀφομοιοῖ τοὺς νέους θεοὺς τῇ δημιουργίᾳ τῇ ἀφανεῖ (καὶ γὰρ ἐκείνη τῶν ὅλων ἢν αἰτία σωμάτων, ὥσπερ οὕτοι τῶν μερικῶν) μετὰ τοῦ καὶ τὴν ὑφεσιν συννεμφαίνειν· οὐ γὰρ εἰσι σώματος οὕτοι ποητικοὶ καὶ πλάσται (τοῦτον γὰρ ὁ δημιουργὸς αἴτιος), ἀλλὰ σωμάτων μερικῶν, ἃ τοιάδε σώματα ἐστι, διὸ τὸ μὲν σῶμα ἀπλῶς ἀγέννητον ὡς ἀπὸ χρόνου καὶ ἀφθαρτον, ὥσπερ καὶ