Ancient Greek
3.33.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.33.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37D] εἴπερ πᾶν κινούμενον κινεῖται κατὰ τι μένον ἑαυτοῦ <***τοῦ>το ἔχον. μένει τοίνυν καὶ ἡ τοῦ χρόνου μονάς, ἐξηρτημένη τοῦ δημιουργοῦ, πλήρης δὲ οὐσα μετρητικῆς δυνάμεως καὶ βουληθεῖσα μετρήσαι τῆς τε ψυχικῆς οὐσίας τὰς 5 κινήσεις καὶ τῆς φυσικῆς τε καὶ σωματικῆς τὸ τ’ εἶναι καὶ τὰς ἐνεργείας καὶ τὰ παθήματα προῆλθε κατ’ ἀριθμόν. μένων οὖν ὁ χρόνος τῇ ἀμείρει ἑαυτοῦ καὶ ἔνδον ἐνεργεία τῇ ἔξω καὶ ὑπὸ τῶν μετρουμένων κατεχομένη προέεισι κατ’ ἀριθμόν, τούτῃ κατὰ τινὰ εἴδη νοερά, μᾶλλον δὲ κατ’ 10 αὐτὸν τὸν πρῶτιστον ἀριθμόν, ὃς ἀνὰ λόγον τῷ ἐνὶ ὄντι προέστηκε τῶν νοερῶν, φαίη ἂν ὁ Πλατωνικός, ὡς ἐκεῖνο τῶν νοητῶν. κατ’ ἀριθμὸν οὖν ἐκεῖνον προέεισι, διὸ καὶ ἑκάστοις τῶν ἐγκοσμίων εἴδων τὸ πρόσφορον ἀπονέμει μέτρον. λέγοις δ’ ἂν ἔτι προσεχέστερον, ὅτι προέεισι κατ’ 15 ἀριθμὸν ὁ ὡς ἀληθῶς χρόνος ἀριθμῶν τὰ μετέχοντα αὐτοῦ καὶ αὐτὸς ὧν νοερὸς ἀριθμός, ὅν καὶ ὁ Σωκράτης ἔλεγε C καὶ ἠνίσσετο, ἠνίκα ἔλεγεν [rep. VII 529D] ἐν τῷ ἀληθινῷ ἀριθμῷ [λέγων] εἶναι τὸ αὐτοτάχος καὶ τὴν αὐτοβραδυτητα, οἷς διαφέρει τὰ ὑπὸ τοῦ χρόνου ἀριθμούμενα 20 θάττον ἢ βραδύτερον κινούμενα· διὸ καὶ ὁ Τίμαιος πολὺν περὶ ἐκεῖνον πεποίηκε λόγον, ὡς τῇ προτεραίᾳ τοῦ Σωκράτους αὐτὸν τελῶς ἐκφηναντος, ἀλλὰ περὶ τοῦ ἀπ’ αὐτοῦ προειθόντος· ἐκεῖνον γὰρ ἀριθμοῦ ἀληθινοῦ ὄντος τοῦτον εἴπε κατ’ ἀριθμὸν προιέναι. προῖτω μὲν οὖν καὶ 25 κατὰ τὸν νοητὸν ἀριθμόν, προέεισι δὲ καὶ καθ’ ὅν αὐτὸς ἀριθμεῖ τὰ μετέχοντα, καθάπερ καὶ ὁ ἐν τούτοις ἀνάπαλιν κατὰ τὸν ἀριθμοῦντα προέεισιν, αὐτὸς ὧν ὁ ἀριθμητός, εἰδωλόν τι ἔχων τοῦ οὐσιώδους χρόνου, δι’ ὃν πάντα ἀριθμεῖται μείζοσι καὶ ἐλάσσοσι τῆς ἑαυτῶν ζωῆς ἀριθμοῖς, ὡς 30 βοῶν μὲν τοσόνδε ζῆν χρόνον, ἀνθρώπων δὲ τοσόνδε, ἡλίου δὲ ἐν τοσούδε ἀποκαθίστασθαι καὶ σελήνην καὶ φαίνοντα καὶ ἄλλους κατ’ ἄλλα μέτρα ποιεῖσθαι τὰς ἑαυτῶν περιόδους.