Ancient Greek
3.331.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.331.3
Unproofread scanNot analysed yet
Μένοντος δὲ νοήσαντες οἱ παῖδες τὴν τοῦ πατρὸς τάξιν ἐπεῖθοντο αὐτῇ [42E]. Ὅταν ὁ δημιουργὸς λέγῃ, τότε ἀκροατῶν ἔχουσι τάξιν οἱ νέοι θεοί, καὶ ὅταν ἐκεῖνος νοῇ, τότε μανθάνουσιν οὕτω· διανοητικὴ γὰρ ἡ μάθησις. ὅταν δὲ ἐκεῖνος μένῃ κατ’ αὐτὴν τὴν ἕνωσιν, νοοῦσιν οἱ παῖδες· ἀεὶ γὰρ τὴν ὑφειμένην δέχονται πρὸς αὐτὸν τάξιν, καὶ ὡς μὲν πληρούμενοι παρ’ αὐτοῦ σῴζουσι τὴν τῶν ἀκουόντων πρὸς αὐτὸν ἀναλογίαν, ὡς δὲ ἀνελίπτοντες αὐτοῦ τὴν μίαν δύναμιν, τὴν τῶν μανθανόντων (καὶ γὰρ ὁ μανθάνων ἀνελίπτει τὸν τοῦ διδάσκοντος νοῦν), ὡς δὲ ἐκθεούμενοι παρ’ αὐτοῦ, τὴν τῶν νοούντων (καὶ γὰρ ὁ νοῦς ἐνθεος γίνεται τῇ πρὸς τὸ ἐν συναφῇ). μένοντος οὖν τοῦ πατρὸς εἰκῶτως νοοῦσιν οἱ παῖδες· εἰσὶ γὰρ δὴ νῦες ὑπὸ ψυχῶν μετεχόμενοι θείων σώμασιν ἀχράν-