Ancient Greek
3.335.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.335.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 42E 43A] 319 γίας. Ἐπισκεπτέον δὲ καὶ τὰ καθ’ ἕκαστα τῶν τοῦ Τιμαίου ὀημάτων. τὸ μὲν οὖν λαβόντες ἐνδείκνυται, ὅπως ὑποδέχονται τὴν ἀθάνατον ψυχὴν οἱ νέοι θεοὶ κατιοῦσαν μετὰ τοῦ πρώτου ὀχήματος (τὸ γὰρ πᾶν ἐκάλεσεν ἀρχὴν ἀθάνατον), καὶ ὅπως πανταχοῦ προνοεῖται τὸ ἡμέτερον ὑπὸ θεῶν, ἄνω μὲν ὑπὸ τοῦ πατρός, κάτω δὲ ὑπὸ τῶν παίδων, εἰ χρὴ διηρημένως λέγειν· ζῇ γὰρ ὅτε μὲν Δίως, ὅτε δὲ Διονυσιακῶς, ἐν κατατάξει δὲ Τιτανικῶς. τὸ δὲ ἀρχὴν οὐχ ἁπλῶς δηλοῖ τὸ ἐν τῇ τοῦ ἀνθρώπου συστάσει πρῶτον, ἀλλὰ τὸ ἡγεμονικὸν καὶ κρατητικὸν τῶν δευτέρων· τοῦτο γὰρ τὸ κατὰ φύσιν καὶ ἐπὶ τοῦτο παράγεται ὑπὸ τῶν θεῶν. ὥσπερ οὖν τὴν τοῦ παντὸς ψυχὴν ὡς ἀρχίσαν ὁ δημιουργὸς ὑπέστησε τοῦ σώματος, οὕτω καὶ οἱ πολλοὶ δημιουργοὶ τὴν B ἡμετέραν ψυχὴν ἀρχὴν ἐν τῷ θνητῷ ζῷῳ κατέστησαν. εἰ δὲ ἡμεῖς μὴ ἄρχομεν, οὐ τὸ τάξαν αἴτιον, ἀλλ’ ἡ τοῦ ταχθέντος ὀφθυμία. τὸ δὲ ἀθάνατον πᾶσαν περιλαμβάνει τὴν σύστασιν, ἣν ὁ δημιουργὸς ὑπέστησε, τὴν τε ἐν τῷ ὀχήματι καὶ αὐτὴν τὴν λογικὴν οὐσίαν, ἣν σπεῖρας ὅλην καὶ ὑπαρξάμενος ὁ πατὴρ ἀπετέλεσε. τὸ δὲ αὐ θνητοῦ ζῷου καὶ ζωογόνους αὐτοὺς ἀποφαίνει καὶ δημιουργικούς, ἀλλὰ μετὰ κινήσεως ἑκάτερον, ἵνα καὶ θνητὰ ἢ τὰ δημιουργήματα αὐτῶν. καὶ μὴν καὶ τὸ ἠμμεῖσθαι τὸν δημιουργὸν’ οἰκείως εἴρηται· σωματουργοῦντες γὰρ ἀπομιμοῦνται τὸ δημιουργικὸν τοῦ πατρός, καὶ ὥσπερ ἐκεῖνος ὑπέστησεν ὅλον τὸ πᾶν ἐκ τῶν ὅλων στοιχείων, οὕτω καὶ οὗτοι μερικὰ σώματα πλάττουσιν ἀπὸ μερικῶν σωμάτων, ἵνα μετὰ τῆς μιμήσεως ἢ ὑφρεσις σῴζηται καὶ δημιουργοὶ μένωσιν, ἀλλὰ τῆς μερικῆς δημιουργίας. τὸ δὲ ἠανεῖξεσθαι’ δηλοῖ τὸ μᾶλλον εἶναι τῶν ὅλων καὶ τὰ ἐν ἡμῖν, ἥπερ ἡμῶν. εἰ δὲ τοῦτο, τί λυποῦνται ἄνθρωποι φθειρόμενοι; τί δὲ δεινὸν C ἢ λύσις; πῶς δὲ οὐχ ἀγαθόν, εἰ τὸ πᾶν ἀπολαμβάνει τὰ οἰκεῖα; καὶ γὰρ ὅτι ταῦτα τῷ παντὶ μᾶλλον οἰκεῖα, ὀφδιον