Ancient Greek
3.336.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.336.4
Unproofread scanNot analysed yet
Ὅτι μὲν καὶ ἐν τούτοις, ὡς ἐμπροσθεν ἐκ τῶν στοιχείων πρῶτον ὄγκμα, τὸ σῶμα ὑφίστησι, δῆλον, ὅτι οὐδὲ ἐκεῖνο ἄλυτον, ἀτε ἐξ ἀποδοθησομένων γεγονός. ὅτι δὲ ἕνος D ὄντος ἐκείνου τοῦ ὄγκματος καὶ τόδε τὸ ὀστρεῶδες ὁμοίως γίνεται ἐν, οὐκ ἄδηλον. ἀλλ’ ἐκεῖνο μὲν ἕνωσιν ἀπλουστεραν ἔχει τῶν ἀπλῶν χιτώνων, τοῦτο δὲ ποικιλωτέραν, ἀτε συνθετώτερον ὄν. διὸ ἐκεῖ [42 CD] μὲν τὸν ἐκ πυρός καὶ ὕδατος καὶ ἀέρος καὶ γῆς ὄγκλον ἄλογον ὄντα τὸ δεύτερον ὄγκμα δηλοῦν ἐλέγομεν καὶ τὴν ἐν αὐτῷ ζωήν, ἐνταῦθα δὲ (οὐ γὰρ ἠρκέσθη τοῖς ἀπλοῖς, ἀλλὰ προσέθηκε τὰ οἰκεῖα τοῦ ὀργανικοῦ σώματος) περὶ τούτου φαμὲν εἶναι τὸν λόγον· τοῦτο γὰρ οὐ δυνατὸν φάναι μόνον ἐκ τῶν ἀπλῶν εἶναι, ἀλλὰ καὶ ἐκ τῶν ὁμοιομερῶν· διὸ τὸ μόνον ἐκ τῶν ἀπλῶν ὑφεστάναι ὁρῆθεν ἐκεῖ . . . ὁπωπεύσαμεν λέγεσθαι καὶ τὸν ἄλογον ὄγκλον, τὴν ἄλογον αὐτὴν, ἥς δεῖ κρατῆσαι τὸν ἐν ἡμῖν λόγον, ἰδόντες, ὅπου λέγει τοῦ τὸ σῶμα, μὴ τὰ ἄπλα μόνον, ἀλλὰ καὶ ἐκ τούτων παραλαβόντα προσεξῆ στοιχεῖα τὸν λόγον. ἀπὸ τῶν ἀτελεσετέρων δ’ οὖν καὶ ἐνυλοτέρων ἀφξάμενος καὶ ποιήσας ὁμοιομερῆ καὶ ἐκ