Ancient Greek
3.346.2 to 3.347.23
Proclus Phil., In Platonis Timaeum Commentaria 3.346.2-3.347.23
Unproofread scanNot analysed yet
2 αὐτὰ 5 :αὐτὰς **Q D** τῆς **D 5** :τὰς **Q** τυφώνια **D 5** 6 ἄγει om **Q** 8 τε om **Q** 13 μεταβάλλοιτο εἴδωλον **Q D** 14 δείκνυσθαι **D 5** 14 πλάγιόν τε —17 σκιάν om **D** [4×50+35] 15 s δι’ ἀήθειαν τοῦ πάθους ἑαυτὸν 5 16 ὁρᾶν **Q** :εἶναι τὸν 5 22 s πάσχειν καὶ ἑαυτὴν **D 5** 29 ἄλλό τι **Q** :τι ἄλλο **D 5** καὶ τὰ τῶν παίδων παθήματα θεωρεῖν οἵα ποτὲ ἔστι. ταῦτα F μὲν οὖν, ὅπερ εἴρηται, περὶ τούτων ἀρκεῖ καὶ νῦν. Ἐπὶ δὲ τὴν τοῦ Πλάτωνος λέξιν ἰτέον καὶ ῥητέον τὸ μὲν ‘κῦμα’ δηλοῦν οὐ τὸ ἔξωθεν εἰσπνεόμενον πνεῦμα, καθάπερ λέγουσί τινες, ἀλλὰ τὴν ἀθρόαν ἐν τῇ νεότητι διαφορήσιν, καὶ τὴν ἐπιρροὴν τε καὶ ἀπορροὴν τὴν πολλήν. τὸν δὲ ‘κατακλυσ- μὸν’ πρῶτον μὲν τὸ πνευματικὸν ὄχημα πλήττειν καὶ βαρύ- τερον ποιεῖν (ἐκεῖνο γὰρ ἔστι τὰς κηλίδας καὶ τοὺς ἀτμοὺς ἀναματτόμενον), δευτέρον δὲ καὶ τὴν ψυχὴν (ταράττει γὰρ αὐτὴν τὸ ἀθρόον τῆς μεταβολῆς, ἐπεὶ καὶ οἱ ἐν ἡλικίᾳ γεγονότες σκοτοδινῶσιν, ὅταν εἰς πολλὴν καὶ ἄστατον ὄψιν ὕδατων ἀποβλέψωσι). ‘μεῖζω δὲ ἀπεργάζεται θόρυβον’ τὰ ἔξωθεν ὡς ἄλλοτρια· δοκεῖ γὰρ πᾶν τὸ ἄλλοτριον πολέ- μιον εἶναι τοῖς νεογνοῖς. καὶ πᾶν τὸ προσπεσὸν αὐτὰ λυπεῖ δι’ ἀσθένειαν φύσεως. τὴν δὲ ‘πρόσκρουσιν’ τὸ βίαιον καὶ παθητικὸν ἐνδεικνύσθαι ῥητέον καὶ τὸν ‘πάγον’ πεπηγυῖαν γῆν· ἡ μὲν γὰρ κεχυμένη καὶ ψαμμώδης οὐ λυπεῖ τὰ βρέφη διὰ τὸ ὑπείκειν, ἡ δὲ στερεὰ καὶ πεπηγυῖα διὰ τὸ ἀντίτυπον λυπεῖ. τὰ δὲ ‘ὀλισθήματα τὰ ἐν ὕδατι’, καὶ εἰ ὀλίγη εἴη πτῶσις, τῶν παιδίων διὰ τὴν τοῦ σώματος ἀσθένειαν ποιεῖ φόβον ἐπὶ τοῖς ἄνωθεν φερομένοις ὕδασι. τὰς δὲ ‘διὰ τοῦ σώματος ἐπὶ τὴν ψυχὴν φερομένας κινήσεις’ τὴν παθητικὴν αἴσθησιν· αὕτη γὰρ ἔξωθεν πλήττεσθαι δύναται. δεδέχται δὲ καὶ ἐπὶ ὕδατος καὶ ἐπ’ ἀέρος τῆς ὑπερβολῆς, οὐ μὲν τὰ ὀλισθήματα, οὐ δὲ τὴν ζάλην παραλαβών, ἐπειδὴ