Ancient Greek
3.349.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.349.2
Unproofread scanNot analysed yet
4 πεδᾶ s :πεδεῖ ll. 9 τὸ μὴ ὀρθῶς Q 19 -γία om λαβὼν ὁ Πλάτων τὸν μὲν ἐπέδησε, τὸν δὲ διέσεισεν, οὐδὲ τὸν πεπεδημένον οὔτε τὸν διασεσεισμένον ἐνεργεῖν νοερῶς δυνατόν. ὀρθῶς ἄρα καὶ ὁ θεῖος Ἰάμβλιχος διαγωνίζεται πρὸς τοὺς ταῦτα οἰομένους· τί γὰρ τὸ ἁμαρτάνον ἐν ἡμῖν, ὅταν τῆς ἀλογίας κινησάσης πρὸς ἀκόλαστον φαντασίαν ἐπιδράμωμεν; ἆρ’ οὐχ ἡ προαίρεσις; καὶ πῶς οὐχ αὕτη; κατὰ γὰρ ταύτην διαφέρομεν τῶν φαντασθέντων προπετῶς. εἰ δὲ προαίρεσις ἁμαρτάνει, πῶς ἀναμάρτητος ἡ ψυχή; τί δὲ τὸ ποιοῦν εὐδαίμονα τὴν ὅλην ἡμῶν ζωήν; ἆρ’ οὐ τὸ τὸν λόγον σχεῖν τὴν οἰκεῖαν ἀρετήν; πάντως δήπου φήσομεν. εἰ δὲ ὅταν τὸ ἐν ἡμῖν κράτιστον τέλειον ᾖ, καὶ τὸ ὅλον ἡμῶν εὐδαιμον, τί κωλύει καὶ νῦν ἡμᾶς εὐδαίμονας εἶναι ἀνθρώπους ἅπαντας, εἰ τὸ ἄκρότατον ἡμῶν ἀεὶ νοεῖ καὶ ἀεὶ πρὸς τοῖς θείοις ἐστίν; εἰ μὲν γὰρ ὁ νοῦς τοῦτο, οὐδὲν πρὸς τὴν ψυχήν· εἰ δὲ μόριον ψυχῆς, εὐδαίμων καὶ ἡ λοιπή. τίς δὲ ὁ ἡνίοχος τῆς ψυχῆς; ἆρ’ οὐ τὸ χαριέστατον ἡμῶν καὶ ὡς ἂν εἴποι τις κεφαλαιωδέστατον; καὶ πῶς οὐ τοῦτο ζητέον, εἴπερ οὗτός ἐστιν ὁ πᾶσαν ἡμῶν διακυβερνῶν τὴν οὐσίαν καὶ τῇ ἑαυτοῦ κεφαλῇ τὸν ὑπερουράνιον τόπον ὁρῶν καὶ πρὸς τὸν μέγαν ἡγεμόνα τῶν θεῶν ὁμοιούμενος, ἄρμα πτηνὸν ἐλαύνοντα καὶ πρῶτον ἡνίοχον ἐν οὐρανῷ πορευόμενον; εἰ δὲ τὸ ἐν ἡμῖν ἄκρότατον ὁ ἡνίοχος, οὕτος δέ, ὡς ἐν Φαίδρῳ [248Ass] λέγεται, ποτὲ μὲν μετέωρος φέρεται <καὶ> αἴρει τὴν κεφαλὴν εἰς τὸν ἔξω τόπον, ποτὲ δὲ δύνει καὶ τὴν ἑαυτοῦ χωλείας καὶ πτερορονήσεως. . . ,δῆλον τὸ ἐκ τούτων συμβαῖνον, ὅτι τὸ ἐν ἡμῖν ἄκρότατον ἄλλοτε ἄλλως ἔχειν ἀναγκαῖον. τοῦτο μὲν οὖν καὶ ἐν ἄλλοις ὑπέμνηται διὰ πλειόνων. εἰ δ’ ἐστὶν ἀλη-