Ancient Greek
3.350.6
Proclus Phil., In Platonis Timaeum Commentaria 3.350.6
Unproofread scanNot analysed yet
τὴν —27 ἄκρότατον om D [3×50+35] 25 post πτερορρονήσεως 28 scil. ἐν ταῖς εἰς Φαίδρον συνουσίαις Θῆ ταῦτα, καὶ τὸ ἄρχουσαν καὶ ἰοῦσαν πεδηθῆναι τὴν F ταύτου περιόδον εἰκότως εἴρηται· διττὴν γὰρ ἔχουσα τελειό-τητα, πρακτικὴν καὶ θεωρητικήν, ἐκατέρα ἀφήρηται· οὔτε γὰρ ἄρχειν δύναται τῶν ὑποκειμένων διὰ τὴν ἄστατον αὐτῶν 5 φορὰν οὔτε ἔναι, τοῦτο δέ ἐστι νοεῖν· ἐνέργεια γὰρ περιό-δον τὸ ἔναι καὶ τῆς διανοητικῆς τὸ διανοητικῶς <ἐνεργεῖν>. αἱ δ’ οὖν αἰσθήσεις πλήττουσαι αὐτὴν καὶ ἐναντία ῥέ-ουσαι ὡς ἐξωθεν εἰσω φερόμεναι παραποδίζουσι τὴν νοη-τήν. παρήρηται οὖν ἀμφοῖν ἡ ταύτου περίοδος, καὶ πράξεως 10 καὶ θεωρίας. τί οὖν; φαίη τις ἂν· ἀκίνητός ἐστι; καὶ πῶς 342 ἡ ψυχὴ ἀκίνητος, ἢ κινεῖται μὲν καὶ ὑφ’ ἑαυτῆς, κίνησιν δὲ οὔτε σωματικήν (ἀσώματος γάρ ἐστιν), οὔτε φανταστικήν (ἄσχηματίστος γάρ ἐστιν), οὔτε γνωστικήν (ἄγνοεῖ γὰρ ἑαυ-τήν), ἀλλὰ τὴν κατ’ οὐσίαν ζωικήν; ὡς γὰρ νοῦ τὸ νοεῖν 15 ἐνέργεια καὶ τοῦ ὄντος τὸ εἶναι, τοῦτον τὸν τρόπον καὶ ζωῆς ἐνέργεια τὸ ζῆν· οὐ γὰρ ἐπίκτητον ἔχει τὸ ζῆν, ἀλλ’ ἐφ’ ἑαυτῆς· ζωὴ γὰρ ἐστὶν ἑαυτὴν γεννῶσα καὶ ἑαυτὴν παρά-γουσα. ζωὴ δὲ πᾶσα κίνησις. ὥστ’ εἰ πᾶν [τὸ] ζῶν κινεῖται, καὶ τὸ δι’ ἑαυτὸ ζῶν κινεῖται καὶ τὸ ἀεὶ ζῶν ἀεὶ κινεῖται 20 ζωτικῶς, ἀλλ’ οὐ νοερῶς, ὥστε καὶ ἀεὶ κινεῖται ἡ ψυχὴ καὶ οὐκ ἀεὶ· νοῦς μὲν γὰρ ἐστὶ δύναμις, ζωὴ δὲ κατ’ ἐνέργειαν, καὶ τρίτον ἄλλο δύναμις μόνον ἐστί, κατ’ ἐνέργειαν δὲ οὐκ ἐστὶ. τριττῆς δ’ οὖν οὐσίας ἐν ἡμῖν τάξεως, κατὰ τὴν οὐ-σίαν, κατὰ τὴν δύναμιν, κατὰ τὴν ἐνέργειαν, ἡ μὲν οὐσία 25 παντελῶς ἡ αὐτὴ διαμένει, καὶ ὡς οὐσία καὶ ὡς ζῶσα καὶ ὡς νοερὰ οὖσα· εἰκῶν γὰρ οὖσα τοῦ νοῦ νοερὰ ἐστιν, ὥσπερ B καὶ ἡ πρώτη τῆς ψυχῆς εἰκὼν ἐμψυχός ἐστιν. αἱ δὲ δυνά-μεις ἐπὶ μὲν τῆς διανοίας πεπέδηνται, ἐπὶ δὲ τῆς δόξης διασεῖονται, καὶ ἐπειδήπερ αἱ δυνάμεις ἀνὰ λόγον ταῖς ζωαῖς, 30 ἡ μὲν ἐπέχεται τῶν ζωῶν, ἡ δὲ διασεῖεται· ἀεικίνητος γὰρ ἡ οὐσιώδης ζωή. αἱ δὲ ἐνέργειαι τῆς μὲν διανοίας ἀφή-ρηνται, τῆς δὲ δόξης διεστράφησαν· αὗται δὲ ἀνὰ λόγον οὖσαι τῷ νοερῷ δῆλον ὡς τοῦ νοεῖν παραῖροῦνται τὴν ψυ-χήν. ἡ μὲν ἄρα οὐσία καὶ ἀείζωός ἐστι καὶ ἀεικίνητος, αἱ