Ancient Greek
3.352.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.352.3
Unproofread scanNot analysed yet
Πάντα ἐστὶν ἐν πάσαις ταῖς ψυχαῖς, ἀλλ’ οἰκείως ἐν ἐκάσταις, ὅπου μὲν θείως, ὅπου δὲ δαιμονίως, ὅπου δὲ μερικῶς· καὶ γὰρ αἱ μεσότητες καὶ οἱ ἡμίολιοι καὶ οἱ ἐπί-τριτοι λόγοι καὶ ὁ ἐπόγδοος μετὰ τοῦ λείμματος ἐν πάσαις ἐστί· πῶς γὰρ ἄλλως ψυχὴ γιγνώσκειν δύναται τὴν ὅλην ἁρμονίαν καὶ λόγους τίκτειν οὕτω παγκάλους ἢ τὰς αἰτίας αὐτῶν ἔχουσα ἐν ἑαυτῇ καὶ οὖσα καὶ αὐτὴ κατὰ τὴν αὑτῆς τάξιν ἁρμονία τις ἐξ ἁρμονιῶν, οὐχ ἡ τῶν ἁρμοσμένων (ἐν ἄλλῳ γὰρ ἐστὶν αὕτη καὶ ἑτεροκίνητος ὑπάρχει καὶ ἀπ’ ἄλλης αἰτίας ἥρτηται τῆς κινητικῆς), ἀλλ’ ἡ ἑαυτὴν ἁρμόζουσα καὶ ἀπὸ τῶν ὅλων ἁρμοσμένη; πάντας οὖν ἔχει τοὺς εἰρη-μένους λόγους καὶ πρὸς τούτοις τὰς εἰς ἐπτὰ τοῦ θάτερον κύκλον διαιρέσεις (ἄνωθεν γὰρ ἀπὸ τῶν θείων ψυχῶν ἡ δημιουργικὴ τομὴ ἄχρι τῶν μερικωτάτων) καὶ ὅσα ἄλλα τε-θεωρήκαμεν ἐν τῇ τοῦ παντὸς ψυχῇ. καὶ ὁ αὐτὸς τῆς ἐξηγήσεως τρόπος, πλὴν ὅτι τὴν ἰδιότητα προσθήσομεν ἐφ’ ἐκάστῳ, οὐ μὲν τὸ θεῖον, οὐ δὲ τὸ δαιμόνιον, οὐ δὲ τὸ μερικὸν ἴδιωμα προσάπτοντες. εἴρηται δὴ ἡμῖν πον πρό-τερον [II p. 236 s], ὅτι κἂν ὦσιν ἐν †πάσιν οἱ αὐτοὶ λόγοι,