Ancient Greek
3.352.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.352.4
Unproofread scanNot analysed yet
Πάντα ἐστιν ἐν πάσαις ταῖς ψυχαῖς, ἀλλ’ οἰκείως ἐν ἐκάσταις, ὅπου μὲν θεῖως, ὅπου δὲ δαιμονίως, ὅπου δὲ μερικῶς· καὶ γὰρ αἱ μεσότητες καὶ οἱ ἡμιόλιοι καὶ οἱ ἐπι- C τρίτοι λόγοι καὶ ὁ ἐπόχδος μετὰ τοῦ λείμματος ἐν πάσαις ἐστί· πῶς γὰρ ἄλλως ψυχὴ γιγνώσκειν δύναται τὴν ὅλην ἀρμονίαν καὶ λόγους τίκτειν οὕτω παγχάλους ἢ τὰς αἰτίας αὐτῶν ἔχουσα ἐν ἑαυτῇ καὶ οὕσα καὶ αὐτὴ κατὰ τὴν αὐτῆς τάξιν ἀρμονία τις ἐξ ἀρμονιῶν, οὐχ ἡ τῶν ἡμοσμένων (ἐν ἄλλῳ γὰρ ἐστιν αὐτὴ καὶ ἑτεροκίνητος ὑπάρχει καὶ ἀπ’ ἄλλης αἰτίας ἥρτηται τῆς κινητικῆς), ἀλλ’ ἡ ἑαυτὴν ἀρμόζουσα καὶ ἀπὸ τῶν ὅλων ἡμοσμένη· πάντας οὖν ἔχει τοὺς εἰρημένους λόγους καὶ πρὸς τούτοις τὰς εἰς ἑπτὰ τοῦ θάτερου κύκλου διαιρέσεις (ἄνωθεν γὰρ ἀπὸ τῶν θείων ψυχῶν ἡ δημιουργικὴ τομὴ ἄχρι τῶν μερικωτάτων) καὶ ὅσα ἄλλα τεθεωρήκαμεν ἐν τῇ τοῦ παντὸς ψυχῇ. καὶ ὁ αὐτὸς τῆς ἐξηγήσεως τρόπος, πλὴν ὅτι τὴν ἰδιότητα προσθήσομεν ἐφ’ ἐκάστῳ, οὐ μὲν τὸ θεῖον, οὐ δὲ τὸ δαιμόνιον, οὐ δὲ τὸ μερικὸν ἴδιωμα προσάπτοντες. εἴρηται δὲ ἡμῖν πού πρότερον [II p. 236s], ὅτι κἂν ὧσιν ἐν τᾶσιν οἱ αὐτοὶ λόγοι,