Ancient Greek
3.355.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.355.1-2
Unproofread scanNot analysed yet
πλαγιάζεσθαι παραφερομένας, τοτὲ δὲ στρέφεσθαι παντελῶς, ὑποταττομένης τῇ χειρόνι τῆς ἀμείνους· ἐπειδή γὰρ ἡ μὲν τῷ ταυτῷ προσῆκεν, ἡ δὲ τῷ ἑτέρῳ, δῆλον ὅτι ἡνίκα μὲν <ἂν> ἡ ψυχὴ κατορθοῖ, ἐν τούτοις ἑκατέρα τῶν μεσοτήτων πράττει τὸ ἑαυτῆς, ἡ μὲν ἐκ πολλῶν ἕν ποιοῦσα καὶ γνωρίζουσα τὸ ἐκ πολλῶν ἕν, ἡ δὲ διαιροῦσα ἕν εἰς πολλά καὶ γνωρίζουσα τὰ κατ’ εἶδος διηρημένα, ἡνίκα δ’ ἂν πταίῃ, πρῶτον μὲν μάχη γίνεται ἐν αὐτῇ διαποροῦση, τίνι ταὐτὸν καὶ τίνι ἕτερον, ἔπειτα νίκη τῆς χειρόνος φερούσης εἰς μερισμὸν παντοῖον ἀντὶ τῆς εἰς ἑαυτὴν ἀφοράσεως, καὶ ἐπὶ τούτοις τελέα τῆς ἀμείνους ἔκλυσις, τὴν ἡγεμονίαν παραδιδούσα τῇ χειρόνι καὶ ἀρχήν· τῶν γὰρ δύο μεσοτήτων, ὡς καὶ ἔμπροσθεν εἴπομεν [II p. 206, 9 ss], δι’ ὧν τὰ διπλάσια καὶ τριπλάσια διαστήματα συνέδει τὸ διηρημένον εἰς τοὺς ἡμιολίους καὶ ἐπιtritous καὶ ἐπογδόους λόγους, ἡ μὲν ἦν συναγωγὸς τῶν ἐν πᾶσι τοῖς μορίοις ταυτοτήτων, ἡ δὲ τῶν ταύτῃ συμφυῶν ἑτεροτήτων, ὥσπερ ἡ γεωμετρικὴ τῶν οὐσιῶν. ἡ μὲν οὖν τῇ ταυτότητι προσήκουσα πρὸς τὸ θεῖον ἄγει τὴν ψυχὴν, ἡ δὲ τῇ ἑτερότητι πρὸς τὸ θνητόν. καὶ οὕτω δ’ οὖν ἀλογοῦται ψυχή, τῶν ἐν τῷ θάτερου κύκλῳ μεσοτήτων κλωμένων καὶ στρεφομένων καὶ πρὸ τούτων διαφερομένων πρὸς ἑαυτάς, τῆς μὲν στροφῆς τελῶς αὐτὴν εἰς τὰ πάθη καθελκυσάσης (ὡς γὰρ ὀρθὸς ἦν κύκλος ἐν τῇ ὅλῃ ψυχῇ ὁ θάτερος ὁ πᾶντῃ ἄκλινὴς πρὸς τὸ διοικούμενον, οὕτω καὶ στραφεῖς ἐστιν ἐν τῇ μερικῇ ὁ ἐπικλίνας ὅλως εἰς τὴν ὕλην καὶ ὁ πεσὼν εἰς τὸ σῶμα καὶ δύνας κατ’ αὐτοῦ), τῆς [μὲν] <δὲ> κλάσεως τὴν εἰς τὸ πλῆθος καὶ τὸ ποικίλον φορὰν παρεχομένης διὰ τε ἀδυναμίαν καὶ ἀσθένειαν μερισμὸν ἐμποιοῦσης (τὰ γὰρ κλώμενα διαπίπτει τῆς ἑαυτῶν δυνάμεως καὶ γίνεται οὐθὲν ἄνθ’ ἑνός), τῆς δὲ διαφορᾶς ἐναντίωσιν μόνον καὶ μάχην ἀπεργαζομένης. ἡ μὲν οὖν στροφὴ τὸ ὀρθὸν πᾶντῃ λωβάται, ἡ δὲ κλάσις τὸ ἕν πολλά ποιεῖ,