Ancient Greek
3.356.2 to 3.357.22
Proclus Phil., In Platonis Timaeum Commentaria 3.356.2-3.357.22
Unproofread scanNot analysed yet
“Ὡστε μετ’ ἀλλήλων μόγις συνεχόμενας φέρεσθαι μέν, ἀλόγως δὲ φέρεσθαι, τοτὲ μὲν ἀντίας, ἄλλοτε πλαγίας, τοτὲ δὲ ὑπτίας [43 E]. Αἱ μὲν διαφοραὶ τῶν κύκλων ἐναντίας ποιοῦσι φέρεσθαι τὰς συνδέσεις τῶν λόγων, αἱ δὸ κλάσεις πλαγίας, αἱ δὲ στροφαὶ ὑπτίας. καὶ ταῦτα τὰ τριτὰ πάθη θεωρεῖται μὲν περὶ τὴν λογικὴν ψυχήν, ὁρᾶται δὲ καὶ περὶ τὴν ἄλογον εικότως· καὶ γὰρ ὅταν ἡ λογικὴ ψυχὴ σύμφωνος ἢ πρὸς F ἑαυτὴν καὶ ὅταν διάφωνος, πολλῷ πλέον μάχεται πρὸς τὴν ἄλογον· ἔπονται γὰρ αἱ ἀρεταὶ ἀλλήλαις, αἱ τε διανοητικαὶ ταῖς ἠθικαῖς καὶ αἱ ἠθικαὶ ταῖς διανοητικαῖς. πῶς οὖν ἐν τῷ λόγῳ τὰ τρία θεατέον; ἢ τὴν μὲν ἐναντιότητα θεωρή- σομεν, ὅταν δόξα πρὸς δόξαν διαμάχηται καὶ ἡ χρείττων μὴ καταβάλληται ὑπὸ τῆς χειρόνου· πάντως γὰρ καὶ ἐν τοῖς ψευδοδοξοῦσιν ἔστι τι δόγμα ἀληθές, ἀφ’ οὗ καὶ διελέγχον- ται ψευδοδοξοῦντες. ἢ πῶς ἂν ὁ Σωκράτης Θρασύμαχον καὶ Καλλικλέας καὶ τοὺς οὕτως ἀπηρυθριακότας διήλεγξεν, εἰ μὴ τι δόγμα ἐνῆν καὶ ἐν ἐκείνοις ἀληθές, ἀφ’ οὗ κοινῇ παρ’ αὐτοῖς ὁμολογηθέντος συνεπεραίνετο τὰ ἐξῆς; ὅταν οὖν ὁ αὐτὸς λέγῃ καὶ ὅτι ὁ θεὸς ἀγαθὸς καὶ ὅτι οὐ πάντων προνοεῖ, ταῦτα τὰ δόγματα ἐναντία ἀλλήλοις ἔστιν· εἰ καὶ μὴ ἅμα οὖν λέγοι, ὅτι ἀγαθὸς ὁ θεὸς καὶ ὅτι οὐκ ἀγα- θός (τοῦτο γὰρ ἀδύνατον), ἀλλὰ δυνάμει λέγει, ὅτι οὐκ ἀγαθός· τοῦτο γὰρ ἔπεται ᾧ λέγει τὸ μὴ προνοεῖν, οὐχ ὅρᾷ δέ, ὅτι ἔπεται ᾧ λέγει τὸ ἐναντίον ᾧ λέγει. τὴν δὲ πλα- γίαν θέσιν, ὅταν δύο δόγματα ἢ διάστροφα καὶ τὸ ἀκόλου- θον ἑαυτοῖς σάζειν οὐ δύνωνται ἀνακόλουθα λέγοντα. αὕτη δὲ ἡ θέσις ἡ πλάγια ἐστίν· ὅλη γὰρ ἅμα ἡ δόξα πίπτει εἰς γῆν καὶ τῇ αἰσθήσει συμφέρεται. οὐκ ἄρα ἐστὶν αὐτῆς τὸ μὲν ἀληθές, τὸ δὲ ψεῦδος, ἀλλὰ πᾶσα ψευδής· οἷον τὸ