Ancient Greek
3.357.9
Proclus Phil., In Platonis Timaeum Commentaria 3.357.9
Unproofread scanNot analysed yet
10 καὶ Καλλικλέα καὶ τοὺς οὕτως ἀπηρυθριακότας διήλεγξεν, ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [Tim. 43 E] δοθεν προβαλλομένων· ἐν γὰρ τῷ τοιῷδε πάθει τὰ κρεῖττονα δουλεύει καὶ ὑπόκειται τοῖς χείροσι. περὶ δὲ τὸ ἄλογον πάλιν τὴν μὲν ἐναντιότητα θεωρητέον ὡς ἐπὶ τῶν ἐγκρατῶν (ἐπὶ γὰρ τούτων μάχεται τὰ ἀμείνω τοῖς χείροσι, φαντασία τοῦ καλοῦ καὶ ὀρέξεις τοῦ αἰσχροῦ), τὴν δὲ πλαγιότητα ἐν τῇ ἐξ ἴσου συμφωνίᾳ τῆς κρῖσεως πρὸς τὴν ὄρεξιν, ὅταν ἀμφότεραι φέρονται ὁμοίως καὶ ἐμπαθῶς, τὴν δὲ ὑπτιότητα ἐν ταῖς ἀκολάστοις ζωαῖς, ἐν αἷς καὶ πᾶμπαν ὑπέστρωται τῷ ἀλόγῳ τὸ λογικόν. καὶ ὁρᾷς, ὅπως ἐντάχθως ἀπὸ μὲν τῆς ἐναντίας ἡ πεπλαγιασμένη διάθεσις (ὅταν γὰρ μετὰ πολλὴν μάχην εἴξῃ τῷ ἀλόγῳ, τότε φέρεται πλαγίως), ἀπὸ δὲ ταύτης ἡ ὑπτία (συνεχῶς γὰρ ἐπικρατοῦν τοῦ ἀμείνονος τὸ χεῖρον τελευταῖον οὐδὲ δεῖται μάχης, ἀλλ’ ἐξηυδαπόδισται καὶ ἄγει ὅπου βούλεται). καὶ τοῦτό ἐστιν ἔσχατον εἶδος ζωῆς, ὥσπερ τελειότατον τὸ ἑαυτῷ σύμφωνον, τὸ ἀπλαγίαστον, τὸ κατὰ φύσιν, ἐν ᾧ τὸ κρεῖττον ἔχει τὴν ἑαυτοῦ τάξιν ἀμάχως. καὶ γίνεται τὸ μὲν σύμφωνον ἀπὸ τῆς σωφροσύνης, τὸ δὲ ἀπλαγίαστον ἀπὸ τῆς ἀνδρείας, τὸ δὲ κατὰ φύσιν τεταγμένον ἀπὸ τῆς δικαιοσύνης. τὰ δὲ ἐναντία τούτων ἀπεργάζεται τὴν μὲν ἐναντίωσιν ἡ διαφορά, τὴν δὲ πλαγιότητα ἡ κλάσις (τὰ γὰρ κλώμενα πλάγια γίνεται), τὴν δὲ ὑπτιότητα ἡ στρόφη· παντελῶς γὰρ ἀντιστρέφει τὴν τάξιν τῶν ἡγουμένων τε καὶ ἐπομένων. καὶ δοκεῖν ἡ μὲν ἐναντίωσις διασπᾶν τὴν μίαν ζωὴν τῆς ψυχῆς καὶ ποιεῖν τὴν λογικὴν ἑαυτῇ ἀσύμφωνον, ἡ δὲ πλαγιότης ἀλογίαν αὐτὴν ποιεῖν (αὐτὴ γὰρ ὅλη φέρεται πρὸς τὸ σῶμα καὶ τὴν ἕλην), ἡ δὲ ὑπτιότης φυτοῖς αὐτὴν ἐγκαταλέγειν· ἐν τούτοις γὰρ ἡ κεφαλὴ προσεφρίζεται. τοσαύτης οὖν διαιρέσεως γιγνομένης καὶ τοιούτων παθῶν περὶ τὰς δυνάμεις τῆς ψυχῆς εἰκῶς εἶπεν αὐτὰς μόγις συνέχεσθαι (μόνον γὰρ αὐτὰς συνέχει τὸ εἶναι τὴν οὐσίαν ἀνώλεθρον τῆς ψυχῆς), εἰ δὲ μή, τάχ’ ἂν καὶ ἀπόλουντο διασπώμεναι καὶ οἰκείαν ἀπολι-