Ancient Greek
3.359.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.359.1-2
Unproofread scanNot analysed yet
ποῦσαι τάξιν. διὸ καὶ εἴρηται τῶν κύκλων διαφορὰς ἐπισυμβαίνειν καὶ κλάσεις καὶ στροφὰς ὅσαχὴ δυνατόν, ἀλλ’ οὐ πάντη· δυνατόν γὰρ κατ’ ἐνεργείας καὶ δυνάμεις μόνον, ἀλλ’ οὐ κατὰ τὴν οὐσίαν ἀνώλεθρον οὖσαν ὡς ἐν γε τοῖς 5 θνητοῖς· καὶ κατὰ ταύτην γίνεται διαφορὰ καὶ κλάσις καὶ στροφὴ τῆς ὕλης κρατησάσης τοῦ εἴδους, ἥτις ἀνὰ λόγον ἐστὶ τοῖς ποσίν, ὡς τῇ κεφαλῇ τὸ εἶδος. Οἷον ὅταν τις ὕπτιος ἑρείσας τὴν κεφαλὴν μὲν ἐπὶ γῆς, τοὺς δὲ πόδας ἄνω προσβαλὼν ἔχῃ πρὸς 10 τινι, τότε ἐν τούτῳ τῷ πάθει τοῦ τε πάσχοντος καὶ τῶν ὁρῶντων τὰ τε δεξιὰ ἀριστερὰ καὶ τὰ ἀριστερὰ δεξιὰ ἐκατέροις τὰ ἐκατέρων φαντάζεται. ταὐτὸν δὴ τοῦτο καὶ τοιαῦτα ἕτερα αἱ περιφοραὶ πᾶσχουσαι σφοδρῶς, ὅταν τέ τῷ τῶν ἔξωθεν τοῦ ταυτοῦ 15 γένους ἢ τοῦ θάτερου περιτύχωσι, τότε ταυτόν τῷ καὶ θάτερόν του τἀναντία τῶν ἀληθῶν προσαγορευουσαι ψευδεῖς καὶ ἀνόητοι γεγόνασιν [43E 44A]. Ἐν τούτοις τὸ ἔσχατον πάθος ἐκτραγῳδεῖ τῆς ψυχῆς, ἐν ᾧ πεπάτηται μὲν καὶ ἠδραπόδισται τὸ κρεῖττον, τυραννεῦει 20 δὲ τὸ χεῖρον, καὶ τῶν Ὀλυμπίων κρατεῖ τὰ <γη>γενῆ καὶ τῶν θείων τὰ ἔνυλα. καὶ ἀπεικάζει τῇ μὲν κεφαλῇ τὸ ἐν ἡμῖν θεῖον, τοῖς δὲ ποσὶ τὸ χεῖρον· ἔστι γὰρ τὸ μὲν ἄρχον, οἱ δὲ τὴν ἀρχομένων ἔχοντες τάξιν, ὡς [γὰρ] αὐτὸς ἑρεῖ προϊών. εἰκάζει δὲ τῇ ἐπερείσει τῆς κεφαλῆς τῇ εἰς γῆν τῆς τοῦ 25 θείου καὶ ἡγεμονοῦντος ἐν ἡμῖν δουλείαν, τῇ δὲ τῶν ποδῶν ἄρσει καὶ τῷ μετεωρισμῷ τὴν τοῦ ἀλόγου τυραννίδα, καὶ τὸ συμβαῖνον ἀπὸ τοῦ τοιούδε σχήματος τῷ συμπίπτοντι πάθει περὶ τὴν ψυχήν. συμβαίνει δὲ περὶ τὸ σῶμα τὰ δεξιὰ