Ancient Greek
3.359.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.359.4
Unproofread scanNot analysed yet
Ἐν τούτοις τὸ ἔσχατον πᾶθος ἐκτραφθεῖ τῆς ψυχῆς, ἐν ᾧ πεπάτηται μὲν καὶ ἧνδραπόδισται τὸ κρεῖττον, τυραννεύει 20 δὲ τὸ χείρον, καὶ τῶν Ὀλυμπίων κρατεῖ τὰ <(γ)η>γενῆ καὶ τῶν θείων τὰ ἐνυλα. καὶ ἀπεικάζει τῇ μὲν κεφαλῇ τὸ ἐν ἡμῖν θεῖον, τοῖς δὲ ποσὶ τὸ χείρον· ἐστι γὰρ τὸ μὲν ἄρχον, οἱ δὲ τὴν ἀρχομένων ἔχοντες τάξιν, ὡς [γὰρ] αὐτὸς ἑρεῖ προϊών. εἰκάζει δὲ τῇ ἐπερείσει τῆς κεφαλῆς τῇ εἰς γῆν τὴν τοῦ 25 θείου καὶ ἡγεμονούντος ἐν ἡμῖν δουλείαν, τῇ δὲ τῶν ποδῶν ἄρσει καὶ τῷ μεταωρισμῷ τὴν τοῦ ἀλόγου τυραννίδα, καὶ τὸ συμβαῖνον ἀπὸ τοῦ τοιούδε σχήματος τῷ συμπίπτοντι πάθει περὶ τὴν ψυχήν. συμβαίνει δὲ περὶ τὸ σῶμα τὰ δεξιὰ