Ancient Greek
3.361.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.361.2
Unproofread scanNot analysed yet
τρίτον δέ, ὅπως καὶ ἐπὶ ψυχῆς ταῦτα κατ’ ἀναλογίαν ὀφθήσεται· καὶ γὰρ ἡ ψυχὴ τὸν μὲν λόγον ἑαυτῆς καταχώσασα, φαντασίαν δὲ καὶ τὰς ἀλόγους ἀνεγείρασα δυνάμεις, μᾶλλον δὲ φυτὸν γενομένη καὶ τὸν τῶν φυτῶν μιμησαμένη βίον (ἐν τούτοις γὰρ ἡ κεφαλὴ κάτω κατεορίζεται, τὸ δὲ ἄλλο πᾶν ἄνω φέρεται κρατοῦν τοῦ ἀμείνονος) ἀπ’ ἐναντίας κρίνει τὰ ὄντα, καὶ οὐχ αὐτὴ μόνον, ἀλλὰ καὶ ἡ οὕτω μὲν παθοῦσα τοῦτο, βλέπουσα δὲ εἰς ταύτην. δῆλον γοῦν, ὅτι ὁ μὲν τὴν κεφαλὴν ἔρειδας κάτω τοῖς τελείως ἔοικε διεστραμμένοις, ὁ δὲ ἐστὼς μὲν κατὰ φύσιν, τῷ δὲ εἰς ἐκεῖνον ὁρᾶν τὰ ὅμοια ἐκείνῳ πεπονθώς, τοῖς ὑπ’ ἄλλων διαστρεφομένοις, ὥσπερ ἐκεῖνος τοῖς ὑφ’ ἑαυτῶν. φυτικὴν οὖν ἡ ψυχὴ μιμησαμένη ζωὴν τὰ μὲν ἕτερα ταῦτα νομίζει, τὰ δὲ ταῦτα πάλιν ἕτερα· τὴν μὲν γὰρ ἡδονὴν τῷ ἀγαθῷ νομίζει ταυτόν, ὃ δὴ ἕτερά ἐστι, τὸ δὲ θεῖον τοῦ ἀγαθοῦ χωρίζει καὶ τὴν ἀρετὴν τοῦ καλοῦ, ὃ δὴ ταῦτά ἐστι. τὸ ἄρα