Ancient Greek
3.364.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.364.3
Unproofread scanNot analysed yet
Τοῦτο συμπέρασμά ἐστι πάντων τῶν ῥηθέντων περὶ τῆς ἐνσωματώσεως τῶν ψυχῶν, ἀφ’ ὧν τὰς αἰτίας ἀνεῦρε τῆς ταραχῆς αὐτῶν καὶ τοῦ θορύβου τοῦ ἐκ τῆς γενέσεως καὶ τέλος τῆς ἀνοίας τῆς τοῖς νεογνοῖς ἐμφυομένης, ἀφ’ ὧν πάλιν δῆλον, ὅτι τὴν λογικὴν ψυχὴν καὶ ἐν τοῖς παισὶν εἶναι μὲν οἴεται, πεπεδησθαι δὲ καὶ ἀργεῖν ὑπὸ τῶν ἀλόγων δυνάμεων κρατουμένην, ἀλλ’ οὐχ ὕστερον χρόνῳ παραγίγνεσθαι, καθάπερ οἴονται τινες· παραδέδωκε γὰρ τὰς αἰτίας, δι’ ἃς καὶ παρὼν ὁ λόγος οὐ πάρειστιν, ὃς καὶ συμπεραινό-μενος εἶπεν, ὅτι διὰ ταύτας ἄνους γίνεται ψυχὴ καὶ κατ’ ἀρχάς, ὅταν τὸ πρῶτον εἰς σῶμα ἐνδεθῇ, καὶ νῦν· τί γὰρ διαφέρει νεαρὸν εἶναι κατὰ τὴν ἡλικίαν ἢ κατὰ τὴν ζωήν; ὥσπερ οὖν ἐν τοῖς ἀνοήτοις τῶν προβεβηκότων παρὼν ὁ λόγος ἡσυχάζει, τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς νέοις πάρειστι μὲν, κρατούμενος δὲ ὑπὸ τῆς ἀνοίας ἀργός ἐστιν.