Ancient Greek
3.366.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.366.1-2
Unproofread scanNot analysed yet
νοερώτεροι οὐκ ἂν γενοίμεθα δι’ αὐτόν, μᾶλλον δὲ καὶ ἧττον ἐμποδίζειν ἡμῖν δύναται πρὸς τὴν ἡσυχὸν ζωὴν, τὸν αὐτὸν τρόπον καὶ ἡ τοῦ σώματος συνάρτησις ὅτε μὲν ἐκταράττει τὴν ψυχήν, ὅτε δὲ ἀνίησι τὸν θόρυβον, ἡ δὲ ἐν γαλήνῃ γίνεται· καὶ μᾶλλον μὲν αὐτῇ τῆς ταραττομένης ἔχει κατὰ φύσιν, οὕτω δὲ οὐδὲ αὐτῇ, πρὶν αὐτῇ καὶ παιδεία προσγένηται. τὸ ἄρα σῶμα κωλυτικὸν μὲν ἦν τῆς ἐμφρονος ζωῆς, ποιητικὸν δὲ οὐδαμῶς. ταῦτα καὶ περὶ τούτων. Περὶ δὲ τῶν καθ’ ἕκαστον ῥητέον, ὅτι τὸ μὲν τῆς αὔξης καὶ τροφῆς δεῦμα δηλοῖ τὸν φυσικὸν ὀχετόν· ἀνάγκη γὰρ πλείονος αὔξησεως γιγνομένης πλείονα καὶ τὴν τροφὴν εἶναι· πλείων δὲ ἡ αὔξη, διότι καὶ τὸ αὔξον ἐστὶ τότε δυνατώτερον· ἡ φύσις αὕτη γὰρ ἐν μὲν τοῖς νέοις θάλλει καὶ ἐστὶν εὐσθενής, ἐν δὲ τοῖς προβεβηκόσιν ἀσθενεῖ, παρ’ οἷς ἡ ψυχὴ λελογισμένη μᾶλλον. καὶ οὐ μόνον κατὰ τὰς ἡλικίας ἴδοις ἂν αὐτὴν ἀντιπεπονθῦιαν, ἀλλὰ καὶ κατὰ καιρούς· ἐν μὲν γὰρ ταῖς ἐγρηγόρσεσιν ἡ ψυχὴ νοερωτέρα ἑαυτῆς ἐστιν, ἐν δὲ τοῖς ὕπνοις αὕτη μὲν ἀργεῖ, δρά δὲ μάλιστα τότε ἡ φύσις καὶ περαίνει τὸ ἑαυτῆς. εἰκῶς ἄρα τοῦ δεύματος ἠλαττωμένου τοῦ φυσικοῦ γαλήνη γίνεται καὶ τάξις περὶ τὴν ψυχήν. ‘τὴν δὲ τῶν περιόδων ὁδὸν’ τὴν εἰς σύνεσιν καὶ ὁμαλότητα καὶ τάξιν πρόοδον ῥητέον· οἱ γὰρ ἐν ἡλικίᾷ ὄντες ὡς ἐπίπαν ἐμφρονέστεροι καὶ ὁμαλέστεροι καὶ βεβαιότεροι τῶν νέων εἰσί. ‘τοὺς δὲ κύκλους ἕκαστους’, καθ’ οὓς ἡ θάτερον διήρηται περίοδος, καὶ ‘τὰς περιφοράς’ τὰς ἐνεργείας αὐτῶν, αἱ κατευθύνονται τῷ τε ἀπὸ τῆς κλάσεως ἀνανεύειν καὶ τῷ παντελῶς εἰς τὸ κυκλικὸν ἀνατρέχειν εἶδος· μεταξὺ γὰρ τῆς κεκλασμένης εὐθείας καὶ τῆς περιφερείας ἡ ἄκλαστός ἐστι μιμουμένη τῆς περιφερείας τὸ ἁπλοῦν, τὸ ὁμαλές, τὸ ὅμοιον. αὗται δὲ αἱ περιφοραὶ καὶ τὸ ταὐτὸν καὶ θάτερον ὀνομάζουσι κατ’ ὀρθόν, τὸ τε