Ancient Greek
3.367.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.367.1-2
Unproofread scanNot analysed yet
ἐν τοῖς διανοητικοῖς καὶ τὸ ἐν τοῖς αἰσθητοῖς· οὐκέτι γὰρ παιδικῶς πάντα φέρουσιν, ἀλλ’ οἰκείως ἕκαστα καὶ συνάπτειν καὶ διαιρεῖν ἐπιχειροῦσι. καὶ δεῖ ἐφιστάνειν, ὅπως πανταχοῦ περὶ τὸ ταυτὸν τοῦτο καὶ τὸ ἕτερον καὶ τὴν ἐπιστήμην ἀφορίζει καὶ τὴν ἄγνοιαν, ἢ κατ’ εὐθείαν ἢ κατ’ ἐναλλαγὴν· καὶ γὰρ τὰ μὲν καταφάσκομεν δέον ἀποφάσκειν, ὅ ἐστι τὸ ἕτερον ὡς ταὐτὸν νοεῖν, καὶ ἀνάπαλιν ἀποφάσκομεν ὅσα καταφάσκειν δέον, τοῦ ἑτέρου ἄγνοιαν ἔχοντες, ὡς ὅταν γε τὸ γνωστικὸν διῃρθῶται, πάντα ὡς ἔχει φύσεως ὀνομάζομεν, τὰ μὲν ταὐτὰ λέγοντες, τὰ δὲ ἕτερα εἶναι ἀλλήλων. οὕτω δ’ οὖν αἱ περίοδοι ἡμῶν προκόπτουσαι κατὰ φύσιν ἔμφορα τὸν ἔχοντα αὐτὰς ἀποτελοῦσι γιγνόμενον. καὶ εἰκότως ἔφη γιγνόμενον, ὅτι φυσικῶς κινλοῦνται, ὅτε γίνεται τις ἀπ’ αὐτῶν ἔμφρων, ἔστι δὲ ὁ καὶ τῆς ὀρθῆς τροφῆς ἐπὶ τούτοις τυχών, περὶ οὗ φησιν ἕξης.