Ancient Greek
3.368.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.368.1-2
Unproofread scanNot analysed yet
B συντείνας καὶ τὴν τ>αὐτοῦ [περίοδον] πεπεδημένην λύσας, ὕγιῆς δέ, ὡς τὴν θάτερον περίοδον διεστραμμένην ἰασάμενος καὶ ἐπὶ τὸ ἄκλαστον καὶ ἀπλαγίαστον ἐπανενεγκών· ἢ καὶ ὁλόκληρος μέν, ὡς τὰ ὅλα διώκων ἀντὶ τῶν μερῶν καὶ ἀπὸ τῆς κάτω πτώσεως αἴρων ἑαυτὸν καὶ εἰς νοῦν ἀνεγείρων καὶ οἷον τὴν ἄλμην ἀποπτύσας καὶ ἀποκλυσάμενος τῆς γενέσεως, ὕγιῆς δέ, ὡς ἐπὶ τὴν κατὰ φύσιν ἑαυτοῦ τάξιν ἐπανελθὼν καὶ εἰς ἐπιστήμην ἀναδραμών· μεγίστη γὰρ νόσος ψυχῆς ἄμαθία, κατορύττουσα καὶ ἀποτυφλοῦσα τὸ ὄμμα τῆς ψυχῆς.