Ancient Greek
3.368.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.368.3
Unproofread scanNot analysed yet
Ὅτι καὶ ἡ τῆς φύσεως κίνησις δρᾷ τι καὶ ἡ τῆς πολιτικῆς παιδεία, δηλοῖ διὰ τούτων ὁ φιλόσοφος· ἀτελὴ γὰρ ἀποκαλεῖ τὸν μὴ τυγχόντα τῆς ὀρθῆς τροφῆς καὶ παιδεύσεως, ὥσπερ ὁ λελωβημένους ἔχων τοὺς πόδας βαδίζει μέν, οὐ καλῶς δέ. οὗτος δὲ οὔτε πάντη τῶν κινητικῶν ἐστέρηται μερῶν οὔτε ἀρτίοις αὐτοῖς χρῆται καὶ τελείοις. κατὰ τὸν αὐτὸν οὖν τρόπον καὶ ὁ ἑαυτοῦ καταμελήσας (οὗτος δέ ἐστιν ὁ τῷ κάτω βλέπειν ἀφεὶς τὴν ἑαυτοῦ γνώσιν) χωλὴν τοῦ βίου διαπορευθεὶς ὁδόν, ὡς κατὰ θάτερα μόνον προκόψας, ἐφ’ ὅσον ἐκίνησεν ἡ φύσις, ἀτελὴς, φησίν, εἰς Ἀἰδου πάλιν ἔρχεται καὶ ἀνόητος, οὐ δυνηθεὶς τελειώσαθαι τὸν ἑαυτοῦ νοῦν· τὸ δὲ πάλιν, διότι καὶ οἱ ζῶντες ἐκ τῶν τεθνεώτων εἰσί· καὶ τὸ εἰς Ἀἰδου τὸ σκοτεινὸν δηλοῖ καὶ τὸ ἀλαμπές· οὐ γὰρ πῶν ταύταις παρὰ τὸν ἀγαθὸν ἐστι καὶ φρόνιμον θεὸν ἢ ἀφίξις, ἀλλὰ διὰ τοῦ καταγωγοῦ στομίου εἰς τὸν ὑποχθόνιον τόπον· τὸ γὰρ ἑαυτὸ μὴ