Ancient Greek
3.369.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.369.2
Unproofread scanNot analysed yet
Ταῦτα μὲν οὖν ὕστερά ποτε γίνεται· περὶ δὲ τῶν νῦν προτεθέντων δεῖ διελθεῖν ἀκριβέστερον [44C]. Ἀκόλουθός ἐστι τῷ λόγῳ τῷ περὶ τῆς ἐνσωματώσεως τῆς ψυχῆς ὁ περὶ τῆς συστάσεως τοῦ σώματος, τοῦ τε ὅλου καὶ τῶν μορίων, καὶ ὁ περὶ τῆς ἀλόγου ζωῆς, ἀλλ’ οὐχ ὁ περὶ τῶν λήξεων· τὸν γὰρ περὶ τῶν λήξεων ἀκριβοῖ λόγον ἐν τοῖς πολιτικοῖς σκέμμασιν, ἐπιστρέφων δι’ αὐτοῦ τὰς ψυχὰς εἰς τὴν ἔμφρονα ζωήν. τῷ δὲ φυσικῷ προσῆκει τελειώσασθαι τὸν περὶ τοῦ ζῴου λόγον. εἰκῶς οὖν καὶ ὁ φιλόσοφος ἀπαλλάττεται μὲν τῶν ἠθικῶν, ἐπὶ δὲ τὴν φυσικὴν μεθίσταται διδασκαλίαν, εἰπών, ὅτι ταῦτα, ἃ δή ἐστιν αἱ τῶν ψυχῶν λήξεις, ὕστερά ποτε γίνεται ἐκείνων, περὶ δὲ ὧν προτέθη νῦν δεῖ διελθεῖν ἀκριβέστερον. καὶ δοκεῖ μὲν ἡ λέξις ἔχειν τι σχολιόν, λέγει δὲ ὅμως, ὅτι τὰ νῦν εἰρημένα πάντα ἐν ὑστέροις γίνεται χρόνοις, περὶ ἐκείνων δὲ δεῖ τῶν νῦν ἡμῖν εἰς διέξοδον προκειμένων εἰπεῖν, οἷα δή ἐστι τὰ περὶ τῆς τοῦ σώματος ζωῆς. ἄλλοι δὲ μετατάττοντες ἐπὶ τὸ σαφὲς γράφουσι· περὶ δὲ τῶν νῦν προτεθέντων δέοι διελθεῖν ἀκριβέστερον· οἷς ἐναντιοῦται τὸ ἐφεξῆς.