Ancient Greek
3.369.5
Proclus Phil., In Platonis Timaeum Commentaria 3.369.5-2
Unproofread scanNot analysed yet
Ἐν δὴ τούτοις ὁρίζει τὸν σκοπὸν τῶν ῥηθησομένων λόγων, ὅτι περὶ σωμάτων γενέσεως <ἔστι καὶ> περὶ ψυχῆς· Ε ἀπλῶς μὲν γὰρ ἐρρήθη περὶ ἀμφοῖν [εἰπεῖν], ὅτι γέγονεν ἐκ θεῶν· δεῖ δὲ καὶ περὶ τῶν μορίων ἀμφοῖν εἰπεῖν, ἐκ τίνων μὲν τὴν ψυχὴν, ἐκ τίνων δὲ τὸ σῶμα συνέστησαν οἱ δεύτεροι δημιουργοί. ταῦτα δέ ἐστιν, ἃ καὶ ἔμπροσθεν, εἰπὼν [42 D] χρῆναι ψυχὴν ὑποστῆσαι καὶ σῶμα τοὺς θεούς, ἐπήγαγε [42 E] καὶ τὰ τούτοις ἀκόλουθα ἀπεργάσασθαι, τὰς διαιρέσεις τῆς ψυχῆς καὶ τὴν λεπτουργίαν τῶν μερῶν τοῦ σώματος· καὶ γὰρ ἐπὶ τοῦ παντὸς οὕτω μετὰ τὸν κοινὸν περὶ τοῦ ὅλου λόγον περὶ τῶν ἐν αὐτῷ μερῶν εἶπε, καὶ ὅπερ ἴδιόν ἐστι τῆς Πλάτωνος φιλοσοφίας, τὸ τῶν θεῶν ἐξάπτειν πᾶσαν τὴν γένεσιν, τοῦτο ποιεῖ καὶ νῦν, τὰς πρωουργοὺς αἰτίας τῶν θνητῶν σωμάτων καὶ τῶν ἀχωρίστων εἴδων τῆς ζωῆς ἐν τοῖς θεοῖς ἀποτιθέμενος, οὐχ ὅτι τῶν μερικῶν ἐστιν ἐν αὐτοῖς εἴδη καὶ τῶν καθ’ ἕκαστα καὶ φθαρτῶν διωρισμένοι λόγοι (πόρρω γὰρ τῆς μεριστῆς ποιήσεως τὸ θεῖον), ἀλλ’ ὅτι καὶ τῶν γινομένων ἀγενήτως αὐτοὶ καὶ τῶν ἐνύλων ἄυλως προεστήκασι τὸ ἐν τοῖς ἀποτελέσμασι μερικὸν ἐκ πολλῶν μερικῶν καὶ προσεχῶν αἰτίων συγκροτοῦντες διὰ τῶν αἰδίων κινήσεων καὶ διὰ τῶν <συν-> τεταγμένων αὐτοῖς αἰτίων πολνειδῶν ὄντων· ὡς γὰρ ὁ πρῶτος δημιουργὸς παραδίδωσι τοῖς νέοις θεοῖς, οὕτω καὶ ἡ τούτων πρόνοια διὰ τῶν δαιμόνων πρόεισιν ἄχρι τῶν ἐνύλων καὶ ἀτόμων ἀρχῶν, ὑπουργοῖς χρωμένη καὶ ταῖς διωρισμέναις φύσεσι καὶ ταῖς ἰδίαις ἑκάστων κινήσει, τόπων τε καὶ ἀέρων δυνάμεσιν ἐξηλλαγμέναις, καὶ πᾶσι τοῖς προσεχέσι τῶν γινομένων αἰτίοις, ἄφ’ ὧν δὴ συμπληροῦται τὸ γινόμενον καὶ μερικὸν ἀντὶ ὅλου δημιουργεῖται καὶ ὑπόστασιν ἰδιότησι περιγεγραμμένην ἄλλαις καὶ ἄλλαις παραδέχεται. ζητέον δ’ οὖν κἄνταῦθα περὶ τε τοῦ σώματος κατὰ μέρος, οἷον περὶ κεφαλῆς,