Ancient Greek
3.372.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.372.2
Unproofread scanNot analysed yet
D κότι· καθ’ ὅσον μὲν γὰρ ἐφάπτονται τῆς φύσεως καὶ τῆς δημιουργίας τῶν θνητῶν, κατὰ τοσοῦτον εἰκότες εἰσί· καθ’ ὅσον δὲ ἐπ’ αὐτὸν ἀνατρέχουσι τὸν θεῖον νοῦν, κατὰ τοσοῦτον πάλιν ἀντιλαμβάνονται τῆς ἀληθείας. ἐπὶ τέλει δὲ καὶ συν-έπλεξε τὸν τε τρόπον καὶ τὸ τέλος τῶν λόγων· οὕτω γάρ, φησί, καὶ κατὰ ταῦτά πορευομένοις διεξιτέον. ἔστι δὲ τὸ μὲν οὕτως τοῦ τρόπου, τὸ δὲ πορευομένοις κατὰ ταῦτά τοῦ τέλους. τέλος δέ, περὶ τε τῶν μορίων εἰπεῖν τοῦ σώματος καὶ λεπτουργῆσαι τὸν περὶ τῆς ψυχῆς λόγον, δηλαδὴ τῆς θνητῆς.