Ancient Greek
3.374.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.374.2
Unproofread scanNot analysed yet
PROCLUS in remp. II 333, 28 Kroll 5 Τούτων δὴ οὖν διηρθρωμένων ἡμῖν ἐπὶ τὸ τρίτον ἐλθόντες τῶν προκειμένων εἰς ζήτησιν εἴπωμεν, ὅτι τὸν μὲν Τίμαιον [41 CD] οὐκ ἄν τις ἀμφιβάλλοι λέγειν, ὅτι πᾶσι τοῖς ἀλόγοις ἀπὸ ψυχῶν ἐστιν εἰς αὐτὰ μετοικησασῶν ἐξ ἀνθρώπων ἡ ψύχωσις . . . p. 335, 14 καὶ γὰρ εἰ εἰς πάντα ἄλογα ζῷα δυνατόν χωρεῖν 10 ψυχὴν ἀνθρώπου καὶ πάντα δι’ ἑαυτῆς ψυχοῦν, ἀλλ’ οὕτω λέγεται ὅτι καὶ μόνη ψύχωσις αὕτη τῶν ἀλόγων ἐστὶν ὑπὸ τοῦ Τιμαίου. κωλύει τοίνυν οὐδὲν δύο τρόπων ὄντων τῆς ψυχώσεως τὸν ἕτερον μὲν μόνον ἐκλέξεσθαι τὸν Τίμαιον δι’ αἰτίας εὐλογίστους, ὡς εἴπομεν ἐν τοῖς εἰς τὸν 15 Τίμαιον ἐκ δεδομένων, μηκέτι δὲ προσθέντα καὶ ὅτι μόνον οἶεται τοῦτον εἶναι ψυχώσεως τῶν ἀλόγων τρόπον, χώραν διδόναι καὶ ταῖς τοῦ Σωκράτους περὶ ἀμφοτέρων ἐνδείξεσιν.