Ancient Greek
3.45.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.45.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 37 D] μεῖναν ἐν τῷ ἐνὶ τῆς γε εἰς τὸ ἐν περιγωγῆς ἐφίεται, διὰ ταύτης τυχεῖν ἐφίμενον τοῦ ἑνός, ὅ ἐστι τῷ ἀγαθῷ ταυτῶν· ὅτι γὰρ οὐδ’ ἡ πρόοδος αὐτοῦ μία τις καὶ ἐπ’ εὐθείας καὶ οἷον γραμμῇ τις ἄπειρος ἐφ’ ἑκάτερα, ἀλλ’ ὡρισμένη τε καὶ περιγεγραμμένη καὶ περὶ τε τὸν πατέρα τῶν ὅλων καὶ τὴν τοῦ χρόνου μονάδα χορεύουσα καὶ ἀνελίττουσα πᾶν τὸ τῆς δημιουργίας σθένος καὶ πάλιν ἀποκαθισταμένη καὶ τοῦτο ποιοῦσα πολλάκις, μᾶλλον δὲ ἀπειράκις, οὐ μόνον ἀπαιτεῖ τὸ εὐλόγον, εἰ δεῖ τὸ ἀναγκαῖον εὐλόγον καλεῖν (πότεν γὰρ τοῖς μετέχουσι τοῦ χρόνου τὸ ἀποκαθίστασθαι μὴ τοῦ μετεχομένου ταύτην ἔχοντος τὴν δύναμιν καὶ τὴν ἰδιότητα τῆς κινήσεως;) ,οὐδ’ ἂν πρὸς τῷ εὐλόγῳ καὶ τὴν ἀπὸ τοῦ ὀνόματος ἀνάπτυξιν μόνην ἐπιμαρτύρωιο, δι’ ἧς ὁμογνωμονοῦν σοι καὶ τὸ τῶν ὀνοματοθετῶν ἐπιβολώτατον ἐπιδείξεις, ἀλλὰ καὶ τὴν φωνὴν τοῦ Πλάτωνος αὐτοῦ φήσαντος [38 A]· ἀλλὰ χρόνου ταῦτα αἰῶνα μιμουμένου καὶ κατ’ ἀριθμὸν κυκλουμένου γέγονεν εἴδη· πρῶτος γὰρ τῶν κινομένων κυκλούμενος κατὰ τὴν εἰς τὰ ἔξω προϊούσαν ἐνέργειαν καὶ μετὰ τὴν πᾶσαν ἀνέλιξιν τῆς ἑαυτοῦ δυνάμεως ἀποκαθιστάμενος οὕτω καὶ τὰς τῶν ἄλλων ἀποκαθίστησι περιόδους, ὅλῳ μὲν ἑαυτοῦ τῷ προελθόντι τὴν πρῶτον αὐτοῦ μετέχουσαν ψυχὴν περιάγων, μορίοις δὲ τισιν ἑαυτοῦ τὰς τε ἄλλας ψυχὰς καὶ τὰς φύσεις καὶ τὰς οὐρανίους περιφοράς καὶ πρὸς τοῖς τελευταίοις πᾶσαν τὴν γένεσιν· διὰ γὰρ αὐτὸν κυκλούμενον κύκλῳ πάντα περιάγεται. κύκλοι δὲ ἄλλων ἄλλοι βραχυπορώτεροι τε καὶ μακροπορώτεροι· καὶ γὰρ αὐ πάλιν εἰ ὁ δημιουργὸς αὐτὸς εἰκόνα κινητὸν τοῦ αἰῶνος τὸν χρόνον ποιεῖ καὶ κατὰ τὴν νόησιν ἑαυτοῦ τὴν περὶ τὸν αἰῶνα τοῦτον ὑφίστησι, δεῖ τὸ κινητὸν τοῦ χρόνου κυκλικὸν εἶναι καὶ χορευτικόν, ἵνα μηδὲ τοῦ αἰῶνος ἀποστατῇ καὶ τὴν περὶ αὐτοῦ νόησιν τοῦ πατρὸς ἀνελίττῃ· καὶ γὰρ ὅλως τὸ κινητὸν τοῦ χρόνου περιληπτικὸν ὂν τῶν κινη-