Ancient Greek
3.46.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.46.1-2
Unproofread scanNot analysed yet
σεων πασῶν ὡρίσθαι πολὺ πρότερον τῶν ὑπ’ αὐτοῦ μετρου-μένων ὀφείλει· οὐ γὰρ ἡ ἀμετρία μετρεῖ τὰ ὄντα, ἀλλὰ τὸ πρῶτον μέτρον, ὥσπερ οὐδ’ ἡ ἀπειρία περατοῖ, ἀλλὰ τὸ πρῶτιστον πέρας. κινεῖται δὲ ὁ χρόνος οὔτε κατὰ τὴν ψυ-χὴν οὔτε κατὰ τὴν φύσιν οὔτε κατὰ τὸ σωματοειδὲς καὶ φαινόμενον· μερισταὶ γὰρ ἂν οὕτως αὐτοῦ καὶ οὐ περι-ληπτικαὶ τῶν ὅλων αἱ κινήσεις ἐπιτελοῖντο, ἔτι δὲ ἀνωμαλίας ἂν μετέχοιεν ἢ πλείονος ἢ ἐλάττονος καὶ χρόνου δέοιντ’ ἂν καὶ αὐταί· πᾶσαι γὰρ αὐταὶ ἐν χρόνῳ καὶ οὐκ ἐν προόδῳ θεωροῦνται, ὡς αἱ μετρητικαὶ τῶν ὅλων, ἀλλ’ ἐν ποιότητι ζωῆς ἢ φορᾶς ἢ πάθους. ἡ δὲ τοῦ χρόνου κίνησις καθαρὰ καὶ ἀδιάφορός ἐστι καὶ πρόοδος ἀνεπίτατος καὶ ἀχάλαστος καὶ εὐτάκτος καὶ ἴση καὶ ὁμοία καὶ ἡ αὐτή· καὶ γὰρ τῶν ὁμαλῶν καὶ τῶν ἀνωμάλων ἐξήρηται καὶ ὁμοίως ἀμφοτέραις πάρεστιν, οὐκ ἀλλοιουμένη διὰ τὰς κινήσεις αὐτὰς ἀλλοιου-μένας, ἀλλὰ μένουσα ἡ αὐτὴ χωρὶς ἀνωμαλίας πάσης, ἐγερ-τικὴ τῶν κατὰ φύσιν ὅλων κινήσεων καὶ ἀποκαταστατικὴ καὶ μετρητική, ἀμιγῶς μὲν ἔχουσα πρὸς τὰ μετρούμενα παρ’ αὐτῆς κατὰ τὸ τῆς νοερᾶς ἐνεργείας ἴδιωμα, προϊοῦσα δὲ μεταβατικῶς καὶ αὐτοκινήτως, καὶ ταύτῃ τῷ ψυχικῷ δια-κόσμῳ προσήκουσα, ἐνυπάρχουσα δὲ τοῖς ὑπ’ αὐτῆς ἀφοριζο-μένοις καὶ τελειουμένοις κατὰ πρωτουργὸν αἰτίαν τῆς φύ-σεως, ἐνὶ δὲ οὐδενὶ τῶν ὄντων κατὰ πάντα προσεοικυῖα· καὶ γὰρ πῶς ἔδει τὸ τῶν ὅλων μέτρον εἰκέναι μὲν τοῖς πᾶσι καὶ συγγενῶς ἔχειν πρὸς πάντα, μηδενὶ δ’ εἶναι τῶν μετρουμένων ταυτό. πρόεισιν οὖν ἡ τοῦ χρόνου κίνησις ἀνελίττουσα καὶ διαιροῦσα καὶ μεριστῶς ἐκφαίνουσα τὴν ἀμερῆ καὶ μέινασαν δύναμιν, καθάπερ τις ἀριθμὸς πάντα τὰ εἴδη τῆς μονάδος διηρημένως ὑποδεχόμενος καὶ πρὸς ἑαυτὸν ἐπιστρέφων καὶ ἀνακυκλούμενος· οὕτω γὰρ δὴ καὶ ἡ τοῦ χρόνου κίνησις κατὰ τὰ ἐν τῇ χρονικῇ μονάδι μέτρα προελθοῦσα πέρας ἀρχῇ συνάπτει, καὶ τοῦτο ἀπειράκις, τάξιν